§6.466ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ· §6.467ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης §6.468ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς §6.469ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην, §6.470δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
So saying, glorious Hector stretched out his arms to his boy; but the child shrunk back crying into the bosom of his fair-girdled nurse, affrighted at the sight of his dear father, dreading the bronze and the crest of horsehair, when he marked it waving dreadfully from the topmost crest of the helm.
§6.471ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ· §6.472αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ, §6.473καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν· §6.474αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν §6.475εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι· §6.476Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι §6.477παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν, §6.478ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν· §6.479καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων §6.480ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα §6.481κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ. §6.482ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε §6.483παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ §6.484δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας, §6.485χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §6.486δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ· §6.487οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει· §6.488μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, §6.489οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
Then his dear father laughed aloud, and his honored mother; and straightway glorious Hector took the helm from his head, and laid it all-gleaming upon the ground; but when he had kissed his dear son and dandled him in his arms, he spoke in prayer to Zeus and to the other gods: “Zeus and you other gods, grant that this my child too may become preeminent among the Trojans, even as am I, and in strength as valiant, and let him rule mightily over Ilios; and may some one say of him as he returns from war: ‘This man is far better than his father’; and may he bear home the bloody spoils of the foeman he has slain, and may his mother's heart be glad.” So saying, he laid his child in the hands of his dear wife; and she took him to her fragrant bosom, laughing through her tears; and her husband had pity on her when he saw it, and he stroked her with his hand, and spoke to her, and called her by name, saying: “Dear wife, grieve not, I pray you, overmuch in your heart; for no man shall send me to Hades before my time; but as for fate, I deem there is no man that has escaped it, coard or brave, once he has been born.
§6.490ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε §6.491ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε §6.492ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει §6.493πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν. §6.494ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ §6.495ἵππουριν·
Nay, go to the house, and busy yourself with your own tasks, the loom and the distaff, and bid your handmaids ply their work; but war shall be for men, for all, and most of all for me, of those who dwell in Ilios.” So saying, glorious Hector took up his helmet with horsehair crest; and his dear wife went her way to her house, oft turning back, and shedding big tears.
ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει §6.496ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα. §6.497αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας §6.498Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς §6.499ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
And straightway she came to the well-built house of man-slaying Hector, and found therein many handmaids, and in them all she aroused lamentation.
§6.500αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· §6.501οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο §6.502ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
So they wailed for Hector in his own house, while yet he lived; for they deemed that he should no more come back from war, escaped from the fury and the hands of the Achaeans.
§6.503οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν, §6.504ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, §6.505σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
Nor did Paris linger in his lofty house, but when he had put on his glorious armor, richly dight with bronze, then he hasted through the city, trusting in his fleetness of foot.
§6.506ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ §6.507δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων §6.508εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο §6.509κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται §6.510ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς §6.511ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων· §6.512ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης §6.513τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει §6.514καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα §6.515Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε §6.516στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
And even as a stalled horse that has fed his fill at the manger breaks his halter and runs galloping clattering over the plain, being wont to bathe in the fair-flowing river, and exults; high does he bear his head, and about his shoulders his mane flutters; and trusting in his glory full lightly do his knees bear him to the haunts and pastures of mares; even so Priam's son Paris, all-gleaming in his armor like the gleaming sun, strode down from high Pergamus, laughing aloud, and his fleet feet bore him; and straightway then he overtook his brother, noble Hector, even as he was about to turn back from the place where he had dallied with his wife.
§6.517τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής· §6.518ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω §6.519δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες; §6.520τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ· §6.521δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη §6.522ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι· §6.523ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ §6.524ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω §6.525πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
To him first spoke godlike Alexander, saying: “Dear brother, verily I delay you in your haste by my lingering, and came not in due season as you bade.” To him then made answer Hector of the flashing helm: “Strange brother, no man that is fair-minded could make light of your work in battle, for you are valiant; but of your own choice you are slack, and care not; and my heart is grieved within me when I hear shames concerning you from the lips of the Trojans, who have much sore toil because of you.
§6.526ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς §6.527δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι §6.528κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν §6.529ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.
But let us go; these things we will make good hereafter, if Zeus grant to the heavenly gods that are for ever, to set up a bowl of freedom in our halls, when we have driven out from the land of Troy the well-greaved Achaeans.”