Humanitext Reader

ホメロス · イリアス §6.138-6.202

グラウコスが語る木の葉の比喩とベレロポンの系譜

52 / 226 箇所 · ギリシア語

要旨

ディオメデスは人間の運命の儚さを語り、グラウコスは「木の葉の世代」の比喩で答えつつ自らの高貴な家系を明かす。グラウコスは、祖先であるベレロポンがリュキアで課された数々の試練を神々の助けで克服し、栄光を手にしたのちに悲劇的な末路をたどった歴史を詳細に語る。

§6.138τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες, §6.139καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς·
安楽に暮らす神々は、その後に彼を憎まれ、クロノスの息子は彼を盲目にされた。
οὐδʼ ἄρʼ ἔτι δὴν
そして彼はもはや長くは生きられなかった。
§6.140ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
不老不死のすべての神々に憎まれたのだから。
§6.141οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
私は祝福された神々と戦うことなど望まない。
§6.142εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, §6.143ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
だが、もしあなたが大地の果実を食べる死すべき人間の一人であるなら、近づくがよい、速やかに破滅の結末に至るように。
§6.144τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
これに対して、ヒッポロコスの輝かしい息子が答えた。
§6.145Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
「気高きテュデウスの息子よ、なぜ素性を尋ねるのか。
§6.146οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
木の葉の世代がそうであるように、人間の世代もまた同じなのだ。
§6.147φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη §6.148τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
木の葉は、風が地上に散らすものもあれば、森が芽吹いて育むものもあり、春の季節が巡ってそれらが続く。
§6.149ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
そのように人間の世代も、一方が生まれ、他方は衰え去っていく。
§6.150εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς §6.151ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
だが、もしあなたがこれについても知り、我々の家系をよく理解したいと望むなら、多くの男たちがそれを知っている。
§6.152ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
馬を養うアルゴスの奥地に、エピュレという都がある。
§6.153ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
そこにはかつてシシュポスが住んでいた。
§6.154Σίσυφος Αἰολίδης·
彼は人間の中で最もずる賢い男であった、アイオロスの息子シシュポス。
ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν, §6.155αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
彼は息子グラウコスをもうけ、グラウコスは非のうちどころのないベレロポンをもうけた。
§6.156τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν §6.157ὤπασαν·
神々は彼に美しさと、愛すべき男らしさを授けられた。
αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
しかしプロイトスは心の中で彼に対して悪事を企て、彼を自らの領土から追放した。
§6.158ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν, §6.159Ἀργείων·
プロイトスはアルゴス人の中ではるかに勝っていたからだ。
Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
ゼウスが彼の笏の下に彼らを従わせていたのである。
§6.160τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια §6.161κρυπταδίῃ φιλότητι μιγήμεναι·
プロイトスの妻、高貴なアンテイアは彼に狂おしく恋焦がれ、密かに愛を交わそうとした。
ἀλλὰ τὸν οὔ τι §6.162πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
しかし彼女は、正しい心を持つ賢明なベレロポンを説得することは全くできなかった。
§6.163ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
そこで彼女は偽りを語り、王プロイトスにこう告げた。
§6.164τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην, §6.165ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
『プロイトスよ、あなた自身が死ぬか、さもなくばベレロポンを殺してください、望んでもいない私と愛を交わそうとしたあの男を。
§6.166ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
』彼女がそう語ると、王はその言葉を聞いて怒りに駆られた。
§6.167κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
しかし彼は殺すことを躊躇した、心の中でその行為を恐れたからである。
§6.168πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ §6.169γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
そこで彼をリュキアへ送り、災いをもたらす符号を渡した、折りたたんだ書板に、命を奪う多くの言葉を書き記して。
§6.170δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.
そして彼が滅びるように、それを自らの義父に見せるよう命じた。
§6.171αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.
こうして彼は神々の申し分のない護衛のもと、リュキアへと旅立った。
§6.172ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα, §6.173προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
彼がリュキアと、流れゆくクサンドス川に到着したとき、広大なリュキアの王は、彼を心から歓待した。
§6.174ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
九日間にわたりもてなし、九頭の牛を屠った。
§6.175ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς §6.176καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι §6.177ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
しかし、十日目のバラの指を持つ曙が現れたとき、王は彼に尋ね、その符号を見せるよう求めた、婿のプロイトスから、一体どのようなものがもたらされたのかを。
§6.178αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ, §6.179πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε §6.180πεφνέμεν·
こうして婿からの不吉な符号を受け取ると、王はまず、退治しがたいキマイラを殺すよう命じた。
ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων, §6.181πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, §6.182δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
その獣は神聖な血統であり、人間のものではなく、前は獅子、後ろは蛇、真ん中は山羊で、燃え盛る火の凄まじい息を吹き出していた。
§6.183καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
しかし彼は、神々の前兆を信じてこれを討ち果たした。
§6.184δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
次に二番目として、彼は高名なソリュモイ人と戦った。
§6.185καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
彼は、これが人間との戦いの中で最も激しいものであったと語った。
§6.186τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
三番目に、彼は男に立ち向かうアマゾンたちを討ち倒した。
§6.187τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
彼が帰還する途上、王はさらに別の巧妙な罠を仕掛けた。
§6.188κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους §6.189εἷσε λόχον·
広大なリュキア中から最も優れた戦士を選び出し、待ち伏せさせた。
τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·
しかし彼らは誰一人として家へと戻らなかった。
§6.190πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
非のうちどころのないベレロポンが、彼らを皆殺しにしたからである。
§6.191ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα §6.192αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν, §6.193δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
しかし、彼が神の優れた血を引く者であることを王が悟ると、王は彼をその地に留め、自らの娘を妻として与え、王としてのすべての栄誉の半分を彼に分け与えた。
§6.194καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων §6.195καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
さらにリュキア人たちも、他より優れた特別の領地を彼のために区画し、果樹園と耕地からなる美しい地を、彼が耕し暮らせるようにした。
§6.196ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
彼女は賢明なベレロポンに三人の子供を産んだ。
§6.197Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
イサンドロスと、ヒッポロコス、そしてラオダメイアを。
§6.198Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς, §6.199ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
ラオダメイアは深く配慮されるゼウスと添い寝し、彼女は青銅の兜をかぶる、神のごときサルペドンを産んだ。
§6.200ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, §6.201ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο §6.202ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
しかし、彼もまたすべての神々に憎まれるようになると、彼はアレイオンの平野を一人で彷徨い、己の心を食い尽くし、人々の踏む道を避けていた。

語釈・文法注

  1. §6.139οὐδʼ ἄρʼ ἔτι δὴν ἦν — 動詞 ἦν は εἰμί(存在する、生きる)の直説法過去未完了3人称単数。主語は文脈上リュクルゴス(Λυκόοργος)である。副詞 δὴν(長く)を伴い、「長くは生きなかった(存在しなかった)」という事実を述べている。
  2. §6.143ὀλέθρου πείραθʼ ἵκηαι — ἵκηαι は ἱκνέομαι(到着する)の接続法中期相2人称単数(ὥς κεν を伴う目的・予想の副詞節内)。πείραθʼ は πείρατα(限界、終局、目的)の対格複数。属格 ὀλέθρου(破滅)がこれに係る。「破滅の限界に達する」、すなわち死に至ることを詩的に表現している。
  3. §6.158πολὺ φέρτερος ἦεν, Ἀργείων — 比較級 φέρτερος(より強力な、より優れた)に続いて、比較の基準を示す属格 Ἀργείων が置かれている。プロイトスが「他のアルゴス人たちよりもはるかに強力であった」ことを意味する。
  4. §6.161οὔ τι πεῖθʼ — πεῖθʼ(ἔπειθε)は πείθω(説得する)の直説法未完了過去3人称単数。否定の οὔ τι を伴う未完了過去は、試みられたが行われなかった不成功(未遂、conative)のニュアンスを表し、「説得しようとしたが、全く説得できなかった」という意味になる。
  5. §6.170δεῖξαι δʼ ἠνώγειν — ἠνώγειν(ἠνώγει の異形)は、古風な過去完了 ἄνωγα(命令する、勧める)の3人称単数で、未完了過去と同じく過去の命令を表す。不定詞 δεῖξαι(δεῖκνυμι のアオリスト)は ἠνώγειν の意味を補う補足不定詞として機能している。

この箇所を引用する

ホメロス, イリアス §6.138-6.202. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:6.138-6.202

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。