§6.203Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο §6.204μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι· §6.205τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
他的儿子伊散德罗斯则被贪得无厌的战神阿瑞斯在与赫赫有名的索吕摩伊人战斗时杀害;而他的女儿则被发怒的金缰绳阿尔特弥斯杀害。
§6.206Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
而希波洛科斯生下了我,我自言是他的后代。
§6.207πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν §6.208αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων, §6.209μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι §6.210ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.
他打发我来特洛伊,并对我殷切嘱托:要始终奋勇争先,超越常人,莫使祖先的门楣蒙羞,他们曾是极优秀的人,无论在埃甫拉还是在辽阔的吕基亚。
§6.211ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
我自豪地宣称,自己正是出自这样的家世和血统。
§6.212ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης· §6.213ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ, §6.214αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν· §6.215ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·
” 他这样说,战吼长捷的迪奥墨德斯大为欣喜;他将长枪插在丰饶的大地上,然后用温和的话语对这位人民的牧者说道: “如此说来,你确是我父辈传下来的古老宾客。
§6.216Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην §6.217ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας· §6.218οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά· §6.219Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, §6.220Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον §6.221καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.
因为高贵的奥伊纽斯曾将完美无瑕的贝勒罗丰款待于自家的宫殿中,留客达二十日之久;他们还互相赠送了精美的宾客礼品;奥伊纽斯赠送了一条闪耀着绯红光泽的腰带,贝勒罗丰则赠送了一只金质的双耳双口杯,当我出发时,还把它留在了我自己的宫殿里。
§6.222Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα §6.223κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
至于提丢斯,我不记得了,因为当他离开我时,我还只是个幼童,那时阿开亚军队在底比斯全军覆没。
§6.224τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ §6.225εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.
因此,如今在阿耳戈斯腹地,我是你亲近的宾客,而在吕基亚,当我来到那里的民众之地时,你亦是我的宾客。
§6.226ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου· §6.227πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι §6.228κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω, §6.229πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
因此,哪怕在混战中,我们也当避开彼此的长枪;因为有许多特洛伊人及显赫的盟友供我去斩杀——只要神明恩赐且我的双脚能追上;而对你而言,也有许多阿开亚人供你斩杀,只要你能做到。
§6.230τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε §6.231γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.
让我们交换彼此的铠甲吧,好让旁边的这些人也知晓,我们自豪地宣称彼此是父辈传下来的古老宾客。
” 他们说完这些,便从车上跳下,执手相握,并立下盟誓。
§6.234ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς, §6.235ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε §6.236χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.
就在这时,克罗诺斯之子宙斯夺走了格劳科斯的理智,他竟与提丢斯之子迪奥墨德斯交换了铠甲,以金铠换铜铠,以百头牛价值的换取九头牛价值的。
§6.237Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν, §6.238ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες §6.239εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε §6.240καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει §6.241πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.
当赫克托尔来到斯开亚门和那棵橡树旁时,特洛伊人的妻子和女儿们纷纷奔向他身边,打听她们的儿子、兄弟、亲属和丈夫的音讯;于是他吩咐她们向神明祈祷,让她们依次祈求;然而许多人身上已笼罩着悲哀。
§6.242ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε §6.243ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ §6.244πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο §6.245πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες §6.246κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, §6.247κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς §6.248δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο §6.249πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ §6.250κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·
然而,当他来到普里阿摩斯那极其美丽的宫殿时,那是用磨光的柱廊建造而成的;而在它里面,有五十间用磨光石料砌成的居室,彼此紧挨着建造着,普里阿摩斯的儿子们就在那里与他们明媒正娶的妻子同眠;而在庭院的另一侧,与之相对的,有十二间用磨光石料砌成、带有屋顶的居室,彼此紧挨着建造着,普里阿摩斯的女婿们就在那里与他们庄重淑贤的妻子同眠。
§6.251ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ §6.252Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην· §6.253ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §6.254τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
就在这里,他那和蔼慈祥的母亲迎面走来,身边带着女儿中容貌最美丽的拉奥狄刻;她紧紧握住他的手,开口说话,呼唤他的名字: “孩子啊,你怎么离开了激烈的战斗来到这里?
§6.255ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν §6.256μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν §6.257ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.
想必是那些名字可憎的阿开亚之子在城周激战,把你们逼得太甚;于是你的心促使你来到这里,要从城邦的高处向宙斯高举双手祈祷。
§6.258ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω, §6.259ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι §6.260πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.
但你且等一等,我去给你拿些蜜甜的美酒来,好让你首先向父神宙斯及其他不朽的神明献祭,然后,如果你喝了它,你自己也会得到滋补。
对疲惫之人而言,美酒能极大地增添气力,正如同你为了保卫同胞而疲惫不堪一样。
§6.263τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ· §6.264μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ, §6.265μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι· §6.266χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον §6.267ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι §6.268αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
” 对此,戴着闪亮头盔的伟大赫克托尔回答道: “尊贵的母亲啊,请不要给我端来甜美的心安之酒,免得你使我的手脚酥软、气力丧失,让我忘却了斗志;而且,用不洁的手向宙斯泼洒红亮的美酒,我深感畏惧;无论如何,一个被黑血和污泥玷污了身体的人,是绝不能向他祈祷的。