Humanitext Reader

荷马 · 伊利亚特 §5.72-5.139

迪奥墨德斯负伤祈祷与雅典娜再赋神力

第 38 段,共 226 段 · 希腊语

内容简介

随着阿开亚首领们接连击杀特洛伊人,迪奥墨德斯如冬日急流般席卷战场。在被潘达罗斯放箭射伤后,迪奥墨德斯向雅典娜祈祷,女神赐予他三倍的力量,使其重返最前线。

§5.72τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν §5.73βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί· §5.74ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
菲琉斯之子(梅格斯)以枪术闻名,他走上前来,用锋利的枪刺中了对方(佩代奥斯)的脑后;铜枪尖径直穿透,沿着牙齿从舌头下方切入。
§5.75ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
他倒在尘土中,用牙齿咬住了冰冷的铜。
§5.76Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον §5.77υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου §5.78ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ, §5.79τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, §5.80πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον §5.81φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
埃瓦埃蒙之子欧律皮洛斯杀死了高贵的许普塞诺尔,他是高尚...的多洛皮翁之子,曾任斯卡曼德罗斯河的祭司,并像神一样受到人民的尊敬;埃瓦埃蒙的辉煌儿子欧律皮洛斯,在他向前逃跑时紧追不舍,用剑猛击其肩膀,削去了那沉重的手臂。
§5.82αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε §5.83ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
血淋淋的手臂落在平原上,而他的双眼被紫色的死神与强劲的命运攫住。
§5.84ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· §5.85Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη §5.86ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
他们在激烈的战斗中如此苦战;但至于提丢斯之子(迪奥墨德斯),你简直无法认出他属于哪一方,他是在特洛伊人中厮杀,还是在阿开亚人中奋战。
§5.87θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς §5.88χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας· §5.89τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, §5.90οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων §5.91ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος· §5.92πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν· §5.93ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες §5.94Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
因为他在平原上猛冲,犹如一条暴涨的冬日急流,汹涌流淌,冲毁了堤坝;那些用于阻挡它的堤坝无法将它遏制,那些茂盛果园的栅栏也无法阻挡它的到来,当宙斯的暴雨突然猛烈降下,它汹涌而至之时;许多青年耕作的美丽田野都在它面前崩塌;同样地,提丢斯之子将特洛伊人稠密的阵列冲得大乱,即使他们人数众多,也无法抵挡他。
§5.95τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς §5.96θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας, §5.97αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα, §5.98καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον §5.99θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός, §5.100ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
吕卡安的辉煌儿子(潘达罗斯)见他在平原上猛冲,冲乱了他面前的阵列,随即拉紧了对准提丢斯之子的弯弓,射中了正在冲锋的他,正中其右肩上的胸甲护板;那尖锐的箭穿透过去,径直贯穿,胸甲被鲜血染红。
§5.101τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· §5.102ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
此时,吕卡翁的辉煌儿子对他大声喊道: “冲啊,气宇轩昂的特洛伊人,驱策骏马的勇士们!
§5.103βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι §5.104δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με §5.105ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
因为阿开亚人中最优秀的人已被射中,我断言他无法长久忍受这强劲的飞箭,如果真的是宙斯之子、神王(阿波罗)驱策我从吕基亚出发的话。
§5.106ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν, §5.107ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν §5.108ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν· §5.109ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου, §5.110ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
” 他如此自负地说道;但那支疾驰的箭并未将他击倒,他退到他的马匹与战车之前站定,对卡帕纽斯之子斯塞内洛斯说道: “快起来,亲爱的卡帕纽斯之子,跳下车来,好从我的肩膀上拔出这支尖锐的箭。
§5.111ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε, §5.112πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου· §5.113αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
” 他如此说道,斯塞内洛斯便从车上跃到地面,站在他身旁,将那支疾驰的箭从肩膀上彻底拔出;鲜血透过编织的胸衣(战袍)喷涌而出。
§5.114δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· §5.115κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, §5.116εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης §5.117δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη· §5.118δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν §5.119ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι §5.120δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
随后,善于呐喊的迪奥墨德斯便祈祷道: “请倾听我,手持埃癸斯神盾的宙斯之女,不倦的处女,如果您曾以友善的心意站在我的父亲身旁,在残酷的战斗中给予庇护,雅典娜啊,现在也请垂顾我;请赐予我击杀此人,并用我的长枪刺中他的机会,他抢先射中了我并在此夸耀,声称我无法再长久注视太阳的万丈光芒。
§5.121ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη, §5.122γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν· §5.123ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· §5.124θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι· §5.125ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα §5.126ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς· §5.127ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν, §5.128ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
” 他如此祈祷着,帕拉斯·雅典娜听到了他的祈求,减轻了他的四肢负担,使他的脚和双手变得轻捷;站到他身旁,对他说了这番如翼之语: “迪奥墨德斯啊,现在鼓起勇气与特洛伊人战斗吧;因为我已将你父亲那无畏的力量注入你的胸膛,犹如那摇盾的骑手提丢斯曾经拥有的力量;我已将你眼中原先蒙蔽的迷雾除去,好让你能清晰地辨认神明与凡人。
§5.129τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται §5.130μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι §5.131τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη §5.132ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
因此现在,若有神明来此试探你,你绝不可与其他不死的神明正面交锋;但如果是宙斯之女阿普洛迪特投入战斗,你便用锋利的铜枪刺伤她。
§5.133ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη, §5.134Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη §5.135καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
” 如此说罢,明眸的雅典娜便离去了,而提丢斯之子重新回到最前线的战士当中,尽管他先前已然满心渴望与特洛伊人交战。
§5.136δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα §5.137ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι §5.138χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ· §5.139τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
此时,他身上的力量猛增了三倍,犹如一头雄狮,当牧人在野外,在剪毛的羊群中,刺伤了跳进羊圈的它,却未能将其降伏;牧人激起了它的力量,之后却无法保护羊群,

词汇与语法注释

  1. 5.85γνοίης — 带有 ἄν 的第二人称祈愿式(在此指过去潜在语气,相当于“你本会看出”)表示潜在语气。这是经典的“假设观察者(ideal spectator)”句式,叙事者借此向想象中的旁观者说话。
  2. 5.103φημι — 由动词 φημί 引导的“带对格的不定式”(AcI)结构。其逻辑主语是第三人称单数对格代词 ἕ(他),不定式是将来时中动/被动语态的 ἀνσχήσεσθαι。
  3. 5.127 — 关系代词 ἣ 为阴性单数主格,先行词是前一行的阴性单数宾格(对格)ἀχλύν。由于它在自身的关系从句中作主语,因此没有受到先行词格的变化影响,而保持为主格。
  4. 5.130μάχεσθαι — 由否定词 μή 引导的不定式 μάχεσθαι。这是一种起命令或禁止作用的“命令式不定词(imperative infinitive)”,在此处表示强烈的禁止(“切勿与神明战斗”)。

引用这一段

荷马, 伊利亚特 §5.72-5.139. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.72-5.139

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。