§5.140ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·
反而躲进圈里,羊群则在空虚中惊恐万状。
§5.141αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται, §5.142αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς· §5.143ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
它们挤在一起,重重叠叠地倒下,而它则猛冲着跳出了深广的羊圈;同样地,强悍的迪奥墨德斯满腔怒火冲入特洛伊人之中。
§5.144ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, §5.145τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, §5.146τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον §5.147πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
在那里,他击杀了阿斯蒂诺奥斯和人民的牧者许佩龙,用青铜长枪刺中了一人的乳房上方,而用大剑砍中了另一人肩膀锁骨处,将他的肩膀从脖颈和背部齐齐削断。
§5.148τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον §5.149υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος· §5.150τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους, §5.151ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
他撇下他们,转去追击阿巴斯和波吕伊多斯,他们是善于解梦的老人欧律达马斯的儿子;他们出发时,老人没有为他们解梦以趋吉避凶,如今强悍的迪奥墨德斯将他们尽行剥夺。
§5.152βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε §5.153ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ, §5.154υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
接着,他去追赶克桑托斯和托翁,他们是派诺普斯的两个儿子,皆是老来子;而老人正饱受凄凉暮年的折磨,没有再生育其他儿子来继承他的家产。
§5.155ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν §5.156ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ §5.157λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε §5.158δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
他在那里杀死了他们,夺去了这两人的宝贵生命,而给他们的父亲留下了哀哭与凄惨的忧伤,因为他未能迎候他们从战场上生还;而远房亲戚们则瓜分了他的家产。
接着,他擒获了达尔达诺斯一族、普里阿摩斯的两个儿子,他们同乘一辆战车,是埃克蒙和克罗米奥斯。
§5.161ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ §5.162πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων, §5.163ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς §5.164βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα· §5.165ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
犹如一头雄狮冲入牛群,咬断了在林中吃草的幼犊或成牛的脖颈,同样地,提丢斯之子将他们两人从战车上无情地拖下,使他们违心地蒙难,随后剥去了他们的盔甲;至于马匹,他交给了同伴们赶往船只的方向。
§5.166τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, §5.167βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων §5.168Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι· §5.169εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, §5.170στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· §5.171Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ §5.172καὶ κλέος;
埃奈阿斯见他正在横扫战士的队列,便穿过战场,在刀枪的混乱冲突中穿行,四处搜寻神一样的潘达罗斯,希望能找到他;他找到了吕卡翁那完美而强壮的儿子,站在他面前,当面迎着他说道: “潘达罗斯,你的弓、带羽毛的箭和你的名声都在哪里?
ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ, §5.173οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
在这里没有一个人敢与你竞争,在吕基亚也没有人敢自封比你更强。
§5.174ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν §5.175ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε §5.176Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν· §5.177εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν §5.178ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
来吧,向宙斯举起双手祈祷,然后向这个男人射出一箭,不论他是谁,他在这里肆虐,已经给特洛伊人造成了许多灾难,因为他击碎了许多英勇之士的膝盖;除非他是某位对特洛伊人发怒的神明,因祭祀之事动怒;而神明的怒火是极难承受的。
§5.179τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· §5.180Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων §5.181Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, §5.182ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ, §5.183ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
” 吕卡翁那辉煌的儿子回答他道: “埃奈阿斯,身披铜甲的特洛伊人的谋士,我认为那个人在所有方面都极像那英勇的提丢斯之子,我认得他的盾牌和带双筒的头盔,也看到了他的马匹;但我不敢确定他是否是神。
§5.184εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς §5.185οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι §5.186ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, §5.187ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
如果他确是我所说的那位英勇的提丢斯之子,他如此疯狂的肆虐绝非没有神明的暗助,而是有某位不死之神近在咫尺,肩膀上笼罩着云雾,将原本快要射中他的飞箭拨往他处。
§5.188ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον §5.189δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο· §5.190καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, §5.191ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
因为我已经向他射过一箭,并且击中了他的右肩,径直穿透了他的胸甲护板;我以为我已经将他送入了哈德斯的冥府,但终究未能杀死他;必定有某位发怒的神明在作祟。
§5.192ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην· §5.193ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι §5.194καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι §5.195πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι §5.196ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
如今我手头没有马匹,也没有战车可以搭乘;但在吕卡翁的宫殿里大概有十一辆战车,精美,刚造成不久,车身周围还蒙着车罩;在每辆车旁都伫立着两匹马,正咀嚼着白大麦和燕麦。
§5.197ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων §5.198ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν· §5.199ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα §5.200ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· §5.201ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν· §5.202ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς §5.203ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
确实,当我在那建造精美的府邸中准备出发时,年迈的长矛手吕卡翁曾对我反复叮嘱;他命令我乘坐马匹和战车,在激烈的战斗中统领特洛伊人;但我没有听从——那其实本要好得多—— 因为爱惜我的马匹,害怕它们在众人受困之时缺粮,毕竟它们习惯了饱食终日。