Humanitext Reader

ホメロス · イリアス §5.72-5.139

負傷したディオメデスの祈りとアテナの再加護

38 / 226 箇所 · ギリシア語

要旨

アカイア勢の将将がトロイア勢を倒していくなか、ディオメデスは濁流のごとき勢いで戦場を席巻する。パンダロスに矢で射られた彼はアテナに祈り、再び比類なき力を得て戦場に復帰する。

§5.72τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν §5.73βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
ピュレウスの子(メガエス)は、槍で名高い者であるが、近づいて鋭い槍で彼(ペイダイオス)の後頭部を撃ち抜いた。
§5.74ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
青銅の槍先は舌の下を通って歯をまっすぐ突き抜けた。
§5.75ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
彼は塵の中に倒れ、冷たい青銅を歯で噛んだ。
§5.76Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον §5.77υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου §5.78ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
エウアエモンの子エウリュピュロスは、気高きヒュプセノル、気高きドロピオンの息子であり、スカマンドロス川の神官を務め、民衆から神のように敬われていた男を(倒した)。
§5.79τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, §5.80πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον §5.81φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
エウアエモンの輝かしい息子エウリュピュロスは、自分の前を走って逃げる彼を追いかけ、剣で襲いかかって肩を打ち、その重い腕を切り落とした。
§5.82αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε §5.83ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
血まみれの腕が平原に落ち、彼の両目を紫の死と強力な運命が捉えた。
§5.84ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
このように、彼らは激しい戦いの中で苦闘していた。
§5.85Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη §5.86ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
だが、テュデウスの子(ディオメデス)がどちらの側に属しているのか、トロイア人の間で戦っているのか、それともアカイア人の間で戦っているのかは、あなたには分からなかっただろう。
§5.87θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς §5.88χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
彼は平原を猛り狂って進んだ、まるで増水した川、急速に流れて堤防を押し流す冬の濁流のようだった。
§5.89τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, §5.90οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων §5.91ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
堰き止められた堤防もそれを押しとどめることはできず、豊かに生い茂る果樹園の垣根もそれを遮ることはできない、ゼウスの雨が突然激しく降り注ぐときにやってくるそれを。
§5.92πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
それによって、若者たちの多くの美しい耕地が崩れ去る。
§5.93ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες §5.94Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
そのように、テュデウスの子によってトロイアの密集した軍勢は混乱させられ、彼らは多勢であったにもかかわらず、彼を待ち受けて耐えることはできなかった。
§5.95τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς §5.96θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας, §5.97αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα, §5.98καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον §5.99θώρηκος γύαλον·
リュカオンの輝かしい息子(パンダロス)は、彼が平原を猛り狂って進み、自分の前で軍勢を混乱させているのを見たとき、すぐにテュデウスの子に向けて湾曲した弓を引き絞り、彼が突進してくるところを狙って、右肩の胸当ての当て板を射抜いた。
διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός, §5.100ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
鋭い矢は通り抜け、まっすぐ突き抜け、胸当ては血で汚された。
§5.101τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
それに対して、リュカオンの輝かしい息子は大声で叫んだ。
§5.102ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
「立ち上がれ、気高きトロイア人よ、馬を駆る者たちよ!
§5.103βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
アカイア人の最も優れた者が射られたのだ。
§5.104δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με §5.105ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
もし本当に、ゼウスの息子たる王が私をリュキアから出発させて駆り立ててくれたのなら、彼がこの強力な矢に長く持ちこたえることはできないと私は断言する。
§5.106ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
」彼はそのように誇らしげに語ったが、速い矢は彼を倒しはしなかった。
§5.107ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν §5.108ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
彼は一歩退いて、馬と戦車の前に立ち、カパネウスの子ステネロスに言った。
§5.109ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου, §5.110ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
「立ち上がれ、親愛なるカパネウスの子よ、戦車から降りてくれ、私の肩からこの鋭い矢を抜いてくれるように。
§5.111ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε, §5.112πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
」彼がそう言うと、ステネロスは戦車から地上へ飛び降り、彼の傍らに立って、速い矢を肩から完全に引き抜いた。
§5.113αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
血が、編まれたチュニックを通り抜けて噴き出した。
§5.114δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
そのとき、戦いに強いディオメデスは祈った。
§5.115κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
「聞いてください、アイギスを持つゼウスの娘、不屈の乙女よ。
§5.116εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης §5.117δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
もifあなたがかつて、私の父をも好意的に思って激しい戦いの中で味方してくださったことがあるなら、アテナよ、今度は私を愛してください。
§5.118δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν §5.119ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι §5.120δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
そして、私を不意に射て勝ち誇り、私がもはや太陽の輝かしい光を長く見ることはないだろうと言っているあの男を、私が討ち、私の槍の届く距離に捉えさせてください。
§5.121ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
」彼はそのように祈り、パラス・アテナは彼の祈りを聞き入れた。
§5.122γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
彼女は彼の四肢を軽くし、足と上の両手を軽快にした。
§5.123ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
そして彼の近くに立って、翼ある言葉を語った。
§5.124θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
「ディオメデスよ、今や勇気を出してトロイア人と戦え。
§5.125ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα §5.126ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
私はお前の胸に、盾を振るう騎手テュデウスが持っていたような、不敵な父の力を吹き込んだ。
§5.127ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
そして、お前の目から、かつてかかっていた霧を取り除いた。
§5.128ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
それは、お前が神と人の両方をはっきりと見分けられるようにするためである。
§5.129τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται §5.130μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι §5.131τοῖς ἄλλοις·
したがって今、もし神がお前を試そうとここにやってきても、他の不死の神々とは決して正面から戦ってはならない。
ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη §5.132ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
しかし、もしゼウスの娘アプロディテが戦いにやってくるなら、彼女だけは鋭い青銅で傷つけるがよい。
§5.133ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη, §5.134Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη §5.135καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
」輝く目のアテナはそのように語って去り、テュデウスの子は再び最前線へと戻って混じり合った、以前からトロイア人と戦うことを心から熱望していたが。
§5.136δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα §5.137ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι §5.138χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
そのとき彼の心には三倍の力がみなぎった、まるでライオンのようであった、羊飼いが羊の群れの囲いの中に飛び越えてきたのをかすり傷だけ負わせ、倒し損ねたときの。
§5.139τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
その傷がライオンの力を奮い立たせ、その後、羊飼いは羊を守ることができず、

語釈・文法注

  1. 5.85γνοίης — 助辞 ἄν を伴う希求法(過去の事実に言及する場合は未完了過去に相当する希求法)であり、反実仮想または潜在(「…であったなら分かっただろう」)を表す。いわゆる「仮定的観察者 (ideal spectator)」に向けられた二人称単数形であり、語り手が読者や中立的な観察者に対して語りかけるホメロス特有の表現。
  2. 5.103φημι — 動詞 φημί に導かれる対格不定詞構文 (AcI)。意味上の主語は三人称単数の対格代名詞 ἕ (him) であり、不定詞は未来中動・受動形の ἀνσχήσεσθαι (will endure) である。
  3. 5.127 — 関係代名詞 ἣ は女性単数主格で、先行詞は前行の女性単数対格 ἀχλύν。関係節内で主語として機能しているため、先行詞の格(対格)に牽引されず主格に留まっている。
  4. 5.130μάχεσθαι — 否定辞 μή に導かれる不定詞 μάχεσθαι。命令・禁止の代用として機能する「命令的不定詞 (imperative infinitive)」であり、ここでは「神々と戦うな」という強い禁止指示を伝えている。

この箇所を引用する

ホメロス, イリアス §5.72-5.139. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.72-5.139

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。