Humanitext Reader

荷马 · 伊利亚特 §5.1-5.71

雅典娜激励迪奥墨德斯与阿开亚诸将的进攻

第 37 段,共 226 段 · 希腊语

内容简介

雅典娜赐予迪奥墨德斯力量与勇气使其在战场上大显身手,他击败了达雷斯之子。随后雅典娜与阿瑞斯撤离战场,阿开亚诸将领接连击杀特洛伊战士。

§5.1ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη §5.2δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν §5.3Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
此时,帕拉斯·雅典娜赐予提丢斯之子迪奥墨德斯力量与勇气,好让他向所有阿耳戈斯人显露头角,并赢取高尚的声誉。
§5.4δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ §5.5ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα §5.6λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
她从他的头盔和盾牌上点燃了不倦的烈火,犹如那秋日的星辰,它在大洋中沐浴之后,闪烁得最为明亮。
§5.7τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων, §5.8ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
她从他的头部和双肩点燃了这般烈火,并驱使他冲入战况最激烈、人数最混乱的阵中。
§5.9ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων §5.10ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην §5.11Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
在特洛伊人中有一位名叫达雷斯的人,富有且无可指摘,他是赫斐斯托斯的神官;他有两个儿子,菲勾斯和伊代奥斯,两人都精通一切战术。
§5.12τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην· §5.13τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
这两人脱离了队伍,迎面向他冲来;他们驾着战车,而他则从地面上徒步迎战。
§5.14οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες §5.15Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος· §5.16Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ §5.17ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν·
当他们彼此逼近、迎面相遇时,菲勾斯首先投出了他那投下长影的长枪;枪尖掠过提丢斯之子的左肩,并未击中他。
ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ §5.18Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, §5.19ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
接着,提丢斯之子手持青铜枪冲上前去;他手中飞出的武器并未落空,而是击中了对方双乳之间的胸部,将其推下战车。
§5.20Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον, §5.21οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο· §5.22οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν, §5.23ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας, §5.24ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
伊代奥斯跳下车来,丢下了美丽的战车,甚至不敢上前守护被杀的兄弟;因为即便如此,他自己也无法逃脱黑色的死劫,幸有赫斐斯托斯护佑,用夜色将其遮蔽而救下,免得那老迈的父亲陷入彻底的哀痛。
§5.25ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς §5.26δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
气宇轩昂的提丢斯之子赶走马匹,交给同伴们牵回空心的战船。
§5.27Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος §5.28τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι, §5.29πᾶσιν ὀρίνθη θυμός·
气宇轩昂的特洛伊人见到达雷斯的两个儿子,一个逃走,另一个死在战车旁,众人的心都大受震动。
ἀτὰρ γλαυκῶπις Ἀθήνη §5.30χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα· §5.31Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα §5.32οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς §5.33μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ, §5.34νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
然而,那明眸的雅典娜牵起暴烈之神阿瑞斯的手,对他开口说道: “阿瑞斯,阿瑞斯,凡人的祸害,血腥的毁墙者,我们难道不该让特洛伊人和阿开亚人独自交战,看父神宙斯将荣耀赐予哪一方,而我们自己则退避,免遭宙斯的震怒吗?
§5.35ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα· §5.36τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
” 如此说罢,她将暴烈的阿瑞斯带出了战场,随后让他坐在有沙滩的斯卡曼德罗斯河畔。
§5.37Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος §5.38ἡγεμόνων·
达那奥斯人击退了特洛伊人,诸位首领各自杀死了一名敌手。
πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων §5.39ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
首先是众王之王阿伽门农将哈利佐涅斯人的伟大领袖奥迪奥斯推下了战车。
§5.40πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν §5.41ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
因为当他首先转身逃跑时,阿伽门农将长枪刺入了他两肩之间的后背,并穿透了他的胸部。
§5.42δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
他轰然倒地,身上的铠甲叮当作响。
§5.43Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν §5.44Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
依多墨纽斯杀死了梅温之子玻罗斯的儿子派斯托斯,他是从土地肥沃的塔尔内来的。
§5.45τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ §5.46νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· §5.47ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
枪术精湛的依多墨纽斯用长枪刺中了正要登上战车的他的右肩;他从车上跌落,可憎的黑暗攫住了他。
§5.48τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
随后依多墨纽斯的侍从们剥去了他的铠甲。
§5.49υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης §5.50Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι §5.51ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ §5.52βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
阿特柔斯之子梅涅劳斯用锋利的长枪杀死了斯特罗菲奥斯之子斯卡曼德里奥斯,一个精于狩猎的优秀猎手;因为阿尔特弥斯亲自教导他如何射杀山林里哺育的一切野兽。
§5.53ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα, §5.54οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο· §5.55ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος §5.56πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ §5.57ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
然而在那时,喜爱放箭的阿尔特弥斯帮不了他,他往日所擅长的远射之术也无济于事;阿特柔斯之子、枪术著名的梅涅劳斯在其向前逃跑时用长枪刺中了他的后背两肩之间,并穿透了他的胸部。
§5.58ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
他向前仆倒,身上的铠甲叮当作响。
§5.59Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν §5.60Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα §5.61τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
梅里奥内斯杀死了菲雷克洛斯,大工匠哈尔莫尼德斯之子,他懂得如何用双手制作各种精美器物;因为帕拉斯·雅典娜极度喜爱他。
§5.62ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας §5.63ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο §5.64οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
也就是他,曾为亚历山德罗斯建造了均称的祸首之船,这些船给所有特洛伊人以及他自己都带来了灾难,因为他丝丝毫不懂得神明的神谕。
§5.65τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων §5.66βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ §5.67ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
当梅里奥内斯在追击中赶上他时,击中了他的右臀;而那枪尖在骨头下方直接穿透到了膀胱。
§5.68γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
他呻吟着跪倒在地,死神笼罩了他。
§5.69Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν §5.70ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ §5.71ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
梅格斯杀死了安特诺尔之子佩代奥斯,他虽然是个庶子,但高贵的忒阿诺却精心地抚养他,视如己出,以此取悦她的丈夫。

词汇与语法注释

  1. 5.6λελουμένος ὠκεανοῖο — 属格 `ὠκεανοῖο` 与分词 `λελουμένος`(沐浴)连用,表示洗涤的场所或源泉,意为“在大洋(俄刻阿诺斯)中沐浴”。
  2. 5.22οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε — 语气词 `κ极`(史诗方言中的 `编`)与直说法语气过去时(不定过去时 `ὑπέκφυγε`)结合,构成省略了条件从句的虚拟语气(与过去事实相反)的归结从句:“因为[如果他留下来守护兄弟的话],他自己也无法逃过黑色的死劫。”
  3. 5.32οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν... νῶϊ δὲ χαζώμεσθα — 雅典娜对阿瑞斯说的话中,`οὐκ ἂν ... ἐάσαιμεν`(带 `ἂν` 的希求法用于疑问句)起到了劝诱和建议的作用(“我们难道不该让……?”),随后接劝诱虚拟语气第一人称双数 `χαζώμεσθα`(“让我们退避”)和 `ἀλεώμεθα`(“避开”)。
  4. 5.54ᾗσιν τὸ πρίν γε κέκαστο — 与格复数关系代词 `ᾗσιν` 指代前句的 `ἑκηβολίαι`(远射之术,复数)。动词 `καίνυμαι`(胜过、擅长,完成时为 `κέκαστο`)要求表示领域或手段的与格,因此意为“他往日在此(远射之术)上所擅长的”。
  5. 5.71ἶσα φίλοισι τέκεσσι — 副词性使用的中性复数宾格 `ἶσα`(如同、平等地)支配与格 `φίλοισι τέκεσσι`,表示比较(“如同对待自己的孩子一样”)。分词 `χαριζομένη`(取悦)支配与格 `πόσεϊ ᾧ`(自己的丈夫),表明其动机。

引用这一段

荷马, 伊利亚特 §5.1-5.71. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.1-5.71

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。