Humanitext Reader

荷马 · 伊利亚特 §5.344-5.410

阿佛洛狄忒败归与狄俄涅的慰藉

第 42 段,共 226 段 · 希腊语

内容简介

阿波罗将埃奈亚斯救离战场,而受伤的阿佛洛狄忒在伊里斯的帮助下逃回奥林波斯,并受到母亲狄俄涅的慰藉。狄俄涅历数了过去诸神遭受凡人伤害的先例,并预言与神对抗的迪奥墨德斯将面临悲惨且短暂的命运。

§5.344καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων §5.345κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων §5.346χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
福玻斯·阿波罗用双手将他(埃奈亚斯)抱起,用一片黑云遮掩,免得驱策骏马的达奈人中有人将青铜枪刺入他的胸膛并夺走生命。
§5.347τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης· §5.348εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
善于呐喊的迪奥墨德斯朝她高声大喊: “退下吧,宙斯之女,离开这战争与厮杀!
§5.349ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
你欺骗那些柔弱的妇女难道还不够吗?
§5.350εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω §5.351ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
如果你非要涉足战争,我看你哪怕在别处听到战争之名,也会浑身战栗的。
§5.352ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς· §5.353τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου §5.354ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
” 他如此说罢,她便痛苦而迷茫地离去,备受煎熬;随后,风健步的伊里斯扶着她离开人群,此时她饱受痛苦折磨,那美丽的肌肤也变得黯淡无光。
§5.355εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα §5.356ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω· §5.357ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο §5.358πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους· §5.359φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους, §5.360ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.
接着,她在战场的左侧找到了狂暴的战神阿瑞斯,他正坐着;他的长枪和两匹骏马正倚在浓雾中;她屈膝倒在她亲爱的兄弟面前,极力哀求,向他借取配有金额饰的骏马: “亲爱的兄弟,救救我,把你的马借给我,让我去往奥林波斯,那是神明居住的圣地。
§5.361λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ §5.362Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
一个凡人男子给我的伤口让我痛不可支,那是提丢斯之子,如今他甚至敢与父神宙斯交战。
§5.363ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους· §5.364ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ, §5.365πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, §5.366μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
” 她如此说罢,阿瑞斯便将配有金额饰的骏马交给了她;她强忍内心的伤痛登上了战车,伊里斯陪她一同登车,用手抓起缰绳,挥鞭驱策,双马毫不迟疑地飞奔而去。
§5.367αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον· §5.368ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις §5.369λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ· §5.370ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη §5.371μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν, §5.372χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε· §5.373τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων §5.374μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
很快,她们便抵达了诸神居住的险峻奥林波斯;到了那里,风健步的疾飞伊里斯让马停下,解下战车,并给它们投喂了神圣的饲料;而美丽的阿佛洛狄忒投进了狄俄涅的怀抱,坐在她母亲的膝上;母亲将女儿紧紧搂在怀里,用手抚摸着她,轻声唤着她的名字说道: “天上的神明中,亲爱的孩子,现在是谁如此无理地伤害了你,仿佛你是在光天化日之下干了什么坏事一样?
§5.375τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· §5.376οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, §5.377οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο §5.378Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
” 喜爱微笑的阿佛洛狄忒随后回答她: “提丢斯之子,狂傲的迪奥墨德斯刺伤了我,因为我正把我亲爱的儿子埃奈亚斯运送出战场,他是我所有亲人中最为珍爱的。
§5.379οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, §5.380ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
如今这已不再是特洛伊人和阿开亚人之间的可怕争斗,而是达奈人已经在与不死的神明交战了。
§5.381τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων· §5.382τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ· §5.383πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες §5.384ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
” 狄俄涅,这位众女神中尊贵的一位,随后回答她: “忍耐吧,我的孩子,即使痛苦也要坚持下去;因为我们许多居住在奥林波斯殿堂中的神,都曾因凡人的缘故,在彼此给对方带去悲痛的过程中,承受了惨痛的苦难。
§5.385τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης §5.386παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· §5.387χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας· §5.388καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, §5.389εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια §5.390Ἑρμέᾳ ἐξήγγειλεν·
阿瑞斯曾忍受痛苦,当阿尔欧伊斯之子,强健的奥托斯和埃菲阿尔特斯用坚固的锁链将他捆绑时;他被锁在一个青铜壶里整整十三个月;若不是他的继母、美丽的埃里波亚向赫尔墨斯报信,那对战争永不满足的阿瑞斯本就会死在那里。
ὃ δʼ ἐξέκλεψεν Ἄρηα §5.391ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
赫尔墨斯将阿瑞斯偷偷救出,此时阿瑞斯已被折磨得奄奄一息,那沉重的枷锁快要将他压垮。
§5.392τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος §5.393δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι §5.394βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
赫拉也曾忍受,当安菲特律翁强壮的儿子(赫拉克勒斯)用三叉利箭射中了她的右侧乳房;那时她也陷入了无法治愈的剧痛之中。
§5.395τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, §5.396εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο §5.397ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν· §5.398αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον §5.399κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς §5.400ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
巨大的哈得斯也在他们之中承受过疾飞的利箭,当同一个男子,即手持埃癸斯的宙斯之子,在皮洛斯的死者群中将他射中,使他陷入痛苦时;他走向宙斯的殿堂和高耸的奥林波斯,心中充满了痛苦,被剧烈的痛楚穿透;那支箭已经深深插入他宽厚的肩膀,折磨着他的灵魂。
§5.401τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων §5.402ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
帕伊埃翁在他伤口上撒上止痛的药膏,将他治愈;因为他并非肉眼凡胎。
§5.403σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων, §5.404ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
那个残暴无度、作恶多端而不自知的恶徒(赫拉克勒斯),竟用弓箭伤害了居住在奥林波斯的神明。
§5.405σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη· §5.406νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς §5.407ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται, §5.408οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν §5.409ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
但对你而言,是蓝眼睛的女神雅典娜唆使了那个男人(迪奥墨德斯);这个愚蠢的家伙,提丢斯之子在心中根本不知道:凡是与不死之神战斗的人,绝不会长命,当他从战争和可怕的杀戮中归来时,孩子们也不会在他膝下咿呀学语叫他“爸爸”。
§5.410τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
既然如此,现在让提丢斯之子,哪怕他极为强悍,

词汇与语法注释

  1. 5.349ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις; — 由 ὅττι(ὅτι 的诗歌双辅音形式)引导的从句作为名词性从句,解释说明形容词 ἅλις(足够)的内容,字面意思是“你欺骗软弱的妇女这事实难道还不算足够吗?”。
  2. 5.351ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι — 将来时不定式 ῥιγήσειν 担任前一行主句动词 ὀΐω(我认为)的宾语。条件从句 εἴ χʼ ἑτέρωθι πύθηαι 使用了语气助词 κε(省音为 χʼ)配合虚拟语气 πύθηαι(第二人称单数),构成将来一般条件句(“即使你在别处听到关于战争的事”)。
  3. 5.374ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ — 词组 ὡς εἴ 引导假设比较(“仿佛、就像一样”)。宾格现在分词 ῥέζουσαν 修饰前一行的代词 σε(你)。ἐνωπῇ 是与格作状语(“公然地”、“当众”),形容她就像是在众目睽睽之下做坏事被当场抓住一样。
  4. 5.384ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες — 介词短语 ἐξ ἀνδρῶν 意为“由于凡人”或“在凡人手下”。主格复数分词 τιθέντες 修饰主句的主语(奥林波斯诸神),意为在卷入凡人冲突的过程中“互相给彼此带去沉重的痛苦”。
  5. 5.403σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων — 动词 ὄθετʼ(源自 ὄθομαι,意为“顾忌、介意”)与否定词 οὐκ 连用,并接补充性分词 ῥέζων(做),意为“他毫不顾忌地做着不义之事”或“对行不义之事毫无敬畏”。整句是针对前文赫拉克勒斯的暴行进行谴责的关系从句。

引用这一段

荷马, 伊利亚特 §5.344-5.410. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.344-5.410

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。