“坚毅不屈、英勇善战的高贵提丢斯之子,确实,那支疾飞的箭、那支辛辣的利箭未能将你击倒。
§5.279νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
如今我要用长枪再试一次,看我能否命中你。
§5.280ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος §5.281καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ §5.282αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
” 说罢,他扬起投下长影的枪并掷了出去,击中了提丢斯之子的盾牌;那铜枪头穿透了盾牌,青铜枪尖向前飞去,触及了他的胸甲。
§5.283τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· §5.284βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω §5.285δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.
于是吕卡昂的辉煌之子对他高声大喊: “你的软肋已被刺穿,我想你无法再支持很久了;你已送给我极大的荣耀。
§5.286τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· §5.287ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω §5.288πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα §5.289αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
” 悍勇的迪奥墨德斯毫无惧色地对他说: “你射偏了,没有打中;但我看你们两人在其中一人倒下用鲜血喂饱那手持牛皮盾的战神阿瑞斯之前,绝不会罢手。
§5.290ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη §5.291ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
” 说罢他掷出长枪;雅典娜指引着枪尖直指眼睛旁的鼻子,穿过了他洁白的牙齿。
§5.292τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής, §5.293αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
坚硬无情的青铜削断了他的舌根,枪尖从下巴最底部穿了出来。
§5.294ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ §5.295αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι §5.296ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
他从战车上跌落下来,身上那套斑斓闪烁的盔甲哐当发声,那双快捷的骏马惊惶避开;就在那儿,他的灵魂和力量都消散了。
埃奈亚斯手持盾牌和长枪纵身跳下,唯恐阿开亚人会从他手中把尸体夺走。
§5.299ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς, §5.300πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, §5.301τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι §5.302σμερδαλέα ἰάχων·
他像一只铺信自己勇武的雄狮,围着尸体踱步,在身前横着长枪和四面浑圆的盾牌,随时准备杀死任何敢于前来迎战他的人,发出可怕的怒吼。
ὃ δὲ χερμάδιον λάβε χειρὶ §5.303Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, §5.304οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
这时,提丢斯之子手里抓起一块大石,那是一件伟大的重物,两个男人也抬不起,如果按现在的凡人来算的话;但他一人却能轻松挥舞。
§5.305τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς §5.306ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι· §5.307θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε· §5.308ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως §5.309ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ §5.310γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
他用这块石头击中了埃奈亚斯的髋骨,即大腿骨在髋骨中转动的地方,人们称之为“臼盖”;他砸碎了他的臼盖,并震断了两侧的肌腱;粗糙的石头撕扯掉了皮肤;然而,这位英雄屈膝倒下,用他宽厚的手掌支撑着地面;黑夜蒙上了他的双眼。
§5.311καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, §5.312εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη §5.313μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι· §5.314ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, §5.315πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν §5.316ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων §5.317χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
此时,人中之王埃奈亚斯本就会死在那里,要不就是宙斯的女儿、他的母亲阿佛洛狄忒迅速察觉,她曾在牧牛的安喀塞斯座下为他诞育此子;她用白皙的双臂环抱住她亲爱的儿子,在他身前拉起她那闪亮长袍的褶皱予以遮掩,作为抵御投枪的屏障,免得驱策骏马的达奈人中有人将青铜枪刺入他的胸膛并夺走生命。
§5.318ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο· §5.319οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων §5.320τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης, §5.321ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους §5.322νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας, §5.323Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους §5.324ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
她正将她亲爱的儿子从战场上悄悄运走;而卡帕纽斯之子也没有忘记善于呐喊的迪奥墨德斯曾向他叮嘱的那些协定,他把自己的单蹄骏马牵离喧嚣之处,将缰绳系在车栏上紧,随即便朝埃奈亚斯那长着美丽鬃毛的骏马扑去,将它们从特洛伊人中赶到身着美胫甲的阿开亚人那里。
§5.325δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης §5.326τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, §5.327νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν·
他把马交给了他亲爱的伙伴得伊普罗斯,在同龄人中最器重他,因为此人与他心意相通,让他把马赶往中空的战船。
αὐτὰρ ὅ γʼ ἥρως §5.328ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα, §5.329αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους §5.330ἐμμεμαώς·
随后,这位英雄登上自己的战马,抓起闪亮的手缰,随即策动那有着强健蹄子的马匹,急追提丢斯之子,锐意十足。
ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ §5.331γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων §5.332τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, §5.333οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
而迪奥墨德斯正手持无情的青铜追击塞浦路斯神,他知道她是个柔弱无力的神祇,并不属于那些在人间的战争中统领纷争的女神之列,既不是雅典娜,也不是毁城的厄倪俄。
§5.334ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων, §5.335ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς §5.336ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ §5.337ἀβληχρήν·
可是,当他在汹涌的人群中穷追不舍并终于追上她时,那里,宽宏慷慨的提丢斯之子伸长手臂,飞扑上去,用犀利的枪尖刺伤了她那柔弱手掌的顶端。
εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν §5.338ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, §5.339πρυμνὸν ὕπερ θέναρος·
长枪顿时刺穿了那件由美惠女神们亲手为她织就的不朽长袍,扎入了她的肌肤中,在手掌根部的上方。
ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο §5.340ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· §5.341οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον, §5.342τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
于是女神那不朽的血液流了出来,那是神液,正是流淌在幸福诸神体内的那种液体;因为他们不吃五谷,不饮红亮的烈酒,因此他们体内无血,被称为长生不死之神。
§5.343ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
她发出一声凄厉的尖叫,抛下了怀中的儿子;