§5.411φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται, §5.412μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη §5.413ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ §5.414κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν §5.415ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
既然如此,让他多加小心,免得有比你更强的人与他交战,免得在不久之后,阿德拉斯托斯聪慧的女儿埃癸阿勒娅,在梦中惊醒,放声痛哭,唤醒她亲爱的家仆,她思念着那新婚的丈夫、阿开亚人中最优秀的勇士,她是驯马勇士迪奥墨德斯的尊贵妻子。
§5.416ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ· §5.417ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
她如此说罢,用双手擦去手上的神血;手伤便痊愈了,剧烈的痛楚也随之减轻。
而旁观的那两位,雅典娜和赫拉,用刻薄的话语挑逗着克罗诺斯之子宙斯。
§5.420τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· §5.421Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
她们之中,蓝眼睛的女神雅典娜抢先发言: “父神宙斯啊,你听了我的话,真的会对我动怒吗?
§5.422ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα §5.423Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε, §5.424τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων §5.425πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
一定是塞浦路斯在怂恿某个阿开亚妇女去跟随她如今极度宠爱的特洛伊人,而在抚摸那些身着华美长袍的阿开亚妇女之一时,被金饰针刺伤了她那娇嫩的手。
§5.426ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, §5.427καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην· §5.428οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα, §5.429ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, §5.430ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
” 她如此说罢,人类与神明之父便露出了微笑,并把金色的阿佛洛狄忒唤至身边,说道: “我的孩子,战争的事务并非托付给你的,你还是去操持那令人向往的婚嫁之事吧,这些战争的事情全让狂暴的神阿瑞斯和雅典娜去操心吧。
§5.431ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §5.432Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης, §5.433γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων· §5.434ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ §5.435Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
” 正当她们彼此进行这番交谈时,善于呐喊的迪奥墨德斯向埃奈亚斯猛扑过去,尽管他明知阿波罗亲自展手护卫着他;然而他毫不敬畏这位伟大的神,反而始终渴望杀死埃奈亚斯并剥去他那光荣的铠甲。
§5.436τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων, §5.437τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων· §5.438ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, §5.439δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων· §5.440φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν §5.441ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον §5.442ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.
接着他三次向前猛扑,意图将其杀死,阿波罗三次猛烈击退他那闪亮的盾牌;但当他第四次如同神明般冲上前时,远射的阿波罗发出了可怕的喝斥,对他说道: “提丢斯之子,深思并退下吧,不要试图心存与神明平起平坐之念,因为不死的神明与地上行走的凡人,两者的族类绝非同类。
” 他如此说罢,提丢斯之子便稍微退后了些许,以避开远射之神阿波罗的怒火。
而阿波罗将埃奈亚斯带离了人群,安置在圣洁的佩尔加莫斯,那儿建有他的神庙。
§5.447ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα §5.448ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε· §5.449αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων §5.450αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον, §5.451ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ §5.452δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας §5.453ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
在那个地方,勒托与喜爱射箭的阿耳忒弥斯在宏伟的密室里为他疗伤,并让他恢复荣耀;与此同时,手持银弓的阿波罗塑造了一个幻像,其外貌与埃奈亚斯本人一模一样,连铠甲也分毫不差,在那个幻像周围,特洛伊人和高贵的阿开亚人在彼此胸前劈砍,斩击牛皮制成的圆盾和轻捷的皮盾。
§5.454δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων· §5.455Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, §5.456οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
就在那时,福玻斯·阿波罗对狂暴的阿瑞斯说道: “阿瑞斯,阿瑞斯,人类的灾星,血腥的城墙毁灭者,你难道不打算上前去,把这个男人赶出战场吗?
§5.457Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
提丢斯之子,如今他甚至敢与父神宙斯交战。
§5.458Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, §5.459αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
他先是在近战中刺伤了塞浦路斯的手腕,接着又像神明一般朝我本人扑过来。
§5.460ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, §5.461Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν §5.462εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
” 他如此说罢,自己便在佩尔加莫斯的顶峰坐下,而毁灭性的阿瑞斯则上前催促特洛伊的队伍,化身为色雷斯人迅捷的领袖阿卡马斯。
§5.463υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν· §5.464ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος §5.465ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
他向神所养育的普里阿摩斯的儿子们呼喊,说道: “神所养育的国王普里阿摩斯的儿子们啊,你们还要容忍阿开亚人屠杀你们的子民到几时?
§5.466ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
难道要等到他们在建造精良的城门周围交战吗?
§5.467κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ §5.468Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο· §5.469ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
倒在那里的那个男人,我们曾将他视作与高贵的赫克托尔同等尊贵,他是大心胸的安基塞斯之子埃奈亚斯;来吧,让我们在混乱中救出我们高尚的战友。
§5.470ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
” 他如此说罢,激发起每个人的力量和斗志。
§5.471ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον· §5.472Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
此时萨耳珀冬狠狠地指责高贵的赫克托尔: “赫克托尔,你昔日所拥有的那股雄风,如今都丢到哪里去了?
我想你曾说过,在没有子民和盟军的情况下,你也能保卫这座城市,仅凭你一己之力,加上你的姐夫妹夫和兄弟们。
§5.475τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι, §5.476ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα· §5.477ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.
但如今在他们之中,我一个也见不到,也察觉不到,他们反而像狮子周围的狗一样退缩畏惧;而我们正在战斗,我们这些作为盟友留在此处的人。
§5.478καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω· §5.479τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, §5.480ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, §5.481κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.
因为我,虽只是个盟友,却也是从极遥远的地方赶来的;因为吕基亚地处遥远,在水流湍急的克桑托斯河畔,在那里,我留下了我亲爱的妻子和尚在襁褓中的儿子,还有许多财产,那都是贫困之人所觊觎的财富。
§5.482ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς
但即便如此,我依然督促吕基亚人,我自己也渴望着”,