Humanitext Reader

ホメロス · イリアス §5.344-5.410

アプロディテの逃走とディオネによる慰め

42 / 226 箇所 · ギリシア語

要旨

アポロンがアイネイアスを戦場から救い出す一方、傷ついたアプロディテはイリスに助けられてオリンポスへと逃れ、母ディオネに慰められる。ディオネは、過去に神々が人間から受けた苦痛の例を挙げ、神と戦うディオメデスの非業の運命を予言する。

§5.344καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
アポロン・ポイボスは、彼を両手で抱え、黒い雲で覆い隠した。
§5.345κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων §5.346χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
快速の馬を駆るダナオス人の誰かが青銅をその胸に打ち込んで、命を奪うことのないように。
§5.347τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
これに対して、鬨の声に秀でたディオメデスは大声で叫んだ。
§5.348εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
「退くのだ、ゼウスの娘よ、戦争と闘争から。
§5.349ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
お前が力なき女たちを欺くだけでは十分ではないのか。
§5.350εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω §5.351ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
もしお前が戦場にのこのこ現れるなら、私は戦いの噂を他所で聞くだけでも、お前は戦慄するようになると思うぞ。
§5.352ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
」そう言うと、彼女は苦しみもだえながら去って行き、ひどく苦悶していた。
§5.353τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου §5.354ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
そこで、風の足を持つイリスが彼女の手を取って、人混みから連れ出したが、彼女は苦痛に苦しみ、その美しい肌は黒ずんでいた。
§5.355εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα §5.356ἥμενον·
やがて彼女は、戦場の左側で、猛きアレスが座っているのを見つけた。
ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
彼の槍と快速の二頭の馬は、霧の中に立てかけられていた。
§5.357ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο §5.358πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
彼女は愛する兄弟の前に膝をついて倒れこみ、幾度も懇願して、黄金の額飾りをつけた馬を求めた。
§5.359φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους, §5.360ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.
「愛する兄弟よ、私を救い出し、あなたの馬を貸してください、私が不死の神々の居所であるオリンポスに行けるように。
§5.361λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
テュデウスの子という凡人の男が私に負わせた傷が、ひどく痛むのです。
§5.362Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
彼は今や、父ゼウスとさえ戦いかねない男です。
§5.363ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
」そう言うと、アレスは彼女に黄金の額飾りをつけた馬を与えた。
§5.364ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ, §5.365πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
彼女は愛する心を痛めながら戦車に乗り込み、彼女の傍らにイリスが乗って、手綱をその手に掴んだ。
§5.366μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
イリスが鞭を当てて走らせると、二頭の馬は嫌がることなく飛び去った。
§5.367αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
やがて、神々の居所である険しきオリンポスにすぐに到着した。
§5.368ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις §5.369λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
そこで風の足を持つ快速のイリスは馬を止め、戦車から外し、彼らに不朽の餌を与えた。
§5.370ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη §5.371μητρὸς ἑῆς·
一方、気高いアプロディテは、母ディオネの膝の上に身を投げた。
ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν, §5.372χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
母は娘を両腕に抱きしめ、手で優しく撫で、言葉をかけて名前を呼んだ。
§5.373τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων §5.374μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
「愛する我が子よ、天の神々のうちの誰が、これほど不当にお前を傷つけたのか、まるでお前が人前で何か悪事を働いていたかのように。
§5.375τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
」これに対して、微笑みを愛するアプロディテが答えた。
§5.376οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, §5.377οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
「テュデウスの子、気高きディオメデスが私を傷つけたのです、私が愛する息子アイネイアスを戦場からひそかに運び出そうとしたために。
§5.378Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
彼は私にとって、誰よりもはるかに愛しい存在なのです。
§5.379οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
もはやトロイア人とアカイア人だけの恐ろしい戦いではない。
§5.380ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
今やダナオス人たちは、不死の神々とさえ戦っているのです。
§5.381τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
」これに対して、女神たちのうちで高貴なディオネが答えた。
§5.382τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
「耐えるのだ、我が子よ。 悲しくとも辛抱しなさい。
§5.383πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες §5.384ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
オリンポスの館に住む私たちの多くが、人間の手によって激しい苦痛に耐え、互いに苦しみを課し合ってきたのだから。
§5.385τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης §5.386παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
アレスも耐えた、アロエウスの息子たち、強健なオトスとエピアルテスが、彼を頑丈な鎖で縛り上げたときに。
§5.387χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
彼は青銅の壺の中に、十三ヶ月の間も縛り付けられていたのだ。
§5.388καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, §5.389εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια §5.390Ἑρμέᾳ ἐξήγγειλεν·
そして、戦いに飽くなきアレスは、そこで命を落としたであろう、もし継母である美しきエエリボイアがヘルメスに知らせなかったならば。
ὃ δʼ ἐξέκλεψεν Ἄρηα §5.391ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
ヘルメスはアレスを盗み出したが、彼はすでに衰弱し、過酷な枷が彼を打ちのめしていた。
§5.392τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος §5.393δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι §5.394βεβλήκει·
ヘラも耐えた、アンピトリュオンの強き息子が三つ又の矢で彼女の右の胸を射抜いたときに。
τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
そのとき、彼女をも癒やしがたい苦痛が襲った。
§5.395τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, §5.396εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο §5.397ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
あの巨大なハデスもまた、彼らの間で素早い矢に耐えたのだ、同じ男、すなわちアイギスを持つゼウスの息子が、ピュロスの死者たちの間で彼を射て、苦痛に陥れたときに。
§5.398αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον §5.399κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος·
ハデスはゼウスの館、険しきオリンポスへと赴いた、心に悲しみを抱き、苦痛に貫かれて。
αὐτὰρ ὀϊστὸς §5.400ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
しかし、その矢は彼の強健な肩に深く突き刺さり、その魂を苦しめていた。
§5.401τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων §5.402ἠκέσατʼ·
彼のうえにパイエオンが痛みを和らげる薬を振りかけ、治癒させた。
οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
なぜなら彼は死すべき者として造られたのではなかったからだ。
§5.403σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,
恐るべき凶行を働きながら、不義をなすことを恐れもしなかった非道な男よ。
§5.404ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
彼はその弓矢で、オリンポスに住む神々を苦しめたのだ。
§5.405σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
だが、お前に対してこの男をけしかけたのは、輝く目の女神アテナだ。
§5.406νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
愚か者め。
§5.407ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
テュデウスの子は、心の中で次のことを知らぬのだ、不死の神々と戦う者は、決して長命ではないということを。
§5.408οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν §5.409ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
そして彼が、戦争と恐ろしい闘争から帰還したとき、子供たちが彼の膝にすがりついて「パパ」と呼ぶこともないということを。
§5.410τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
それゆえ今や、テュデウスの子よ、たとえお前が非常に強くとも、

語釈・文法注

  1. 5.349ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις; — ὅττι(ὅτι の詩的二重子音形)に導かれる節は、「〜という事実」を表す名詞節として機能し、形容詞 ἅλις(十分な)の主語、あるいはその内容を説明する同格節として機能している。「あなたが力なき女たちを欺いているという事実、それだけでは不十分なのか」という意味になる。
  2. 5.351ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι — ῥιγήσειν(未来不定詞)は、前行の主節の動詞 ὀΐω(思う、予期する)の目的語となる対格不定詞構文(主語の対格 σε は省略)。条件節 εἴ χʼ ... πύθηαι(χʼ は κε のエリジオンで、接続法 πύθηαι を伴う未来一般的条件)は、「たとえ他所で戦争について耳にすることがあるとしても」という仮定を表す。
  3. 5.374ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ — ὡς εἴ は「まるで〜であるかのように」という比喩・仮定を導く。対格現在分詞 ῥέζουσαν は前行の σε(あなたを)に係る。ἐνωπῇ は与格(「公然と」「人前で」)で、悪事を働いてその場で(人目につく形で)捕まったかのような状況を形容している。
  4. 5.384ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες — ἐξ ἀνδρῶν は「人間の手によって」「人間が原因で」を意味する。主節の主語(オリンポスに住む神々)にかかる主格複数分詞 τιθέντες は、「(神々が人間に味方して争うことで)互いに激しい苦痛を課し合いながら」という意味で、神々自身が不和によって引き起こす相互の苦しみを表現している。
  5. 5.403σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων — 語義が捉えにくい ὄθετʼ(ὄθομαι「顧みる、気にかける」の直説法過去3人称単数形)は、否定辞 οὐκ を伴い、さらに補足分詞 ῥέζων を取って「不義を働くことを恐れなかった」「気に留めずに不義を働いた」という意味を成す。この句全体は直前のヘラクレスの暴挙を非難する関係節である。

この箇所を引用する

ホメロス, イリアス §5.344-5.410. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.344-5.410

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。