Humanitext Reader

荷马 · 伊利亚特 §5.209-5.276

埃奈亚斯与潘达罗斯迎击迪奥墨德斯

第 40 段,共 226 段 · 希腊语

内容简介

潘达罗斯诅咒自己的弓箭无用,随后接受埃奈亚斯的邀请登上战车一同迎击迪奥墨德斯。迪奥墨德斯拒绝撤退,并叮嘱斯塞内洛斯夺取埃奈亚斯的神马。

§5.209τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα §5.210ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν §5.211ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
因此,在不祥的命运下,我从钉子上取下了这张弯弓,在我前往可爱的伊利翁的那一天,率领着特洛伊人,去讨好高贵的赫克托尔。
§5.212εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι §5.213πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα, §5.214αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς §5.215εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην §5.216χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
如果我能回去,并亲眼看见我的故乡、妻子以及那高耸的宏伟宫殿,那么就让异国的武士立刻砍下我的头颅,如果我不亲手折断这张弓,丢进熊熊烈火之中的话;因为它陪伴着我,却毫无用处。
§5.217τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα· §5.218μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως, §5.219πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν §5.220ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
针对他,特洛伊人的领袖埃奈亚斯迎着他说道: “切莫如此说;事情不会有转机,直到我们两人驾着战马与战车,去面对这个男人,带上盔甲武器去试一试他的本领。
§5.221ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι §5.222οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο §5.223κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι· §5.224τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε §5.225Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
来吧,登上我的战车,好让你看看特洛伊的战马是何等样,它们熟知如何在平原上极其敏捷地四处追击或是逃跑;它们也会将我们两人平安送回城里,即便再一次宙斯将荣耀赐予提丢斯之子迪奥墨德斯。
§5.226ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα §5.227δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι· §5.228ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
那么,现在请接下鞭子和闪亮的手缰,而我将下车去迎战;或者由你来对付这个人,而战马由我来照顾。
§5.229τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· §5.230Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω· §5.231μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα §5.232οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν· §5.233μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον §5.234ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε, §5.235νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς §5.236αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
” 针对他,吕卡昂的辉煌之子再次回答道: “埃奈亚斯,你还是亲自执掌缰绳,驾驶你自己的战马吧;在习惯了的驾车者手下,这辆弯曲的战车会跑得更好,即使我们再次被迫在提丢斯之子面前逃跑;否则它们若因害怕而惊慌,便不肯因为思念你的声音而带我们撤离战场,而那心胸宽广的提丢斯之子若向我们两人扑来,就会杀死我们,并夺走那单蹄的骏马。
§5.237ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω, §5.238τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
所以,还是你自己驾驶你的战车和你的骏马吧,而我将用犀利的尖枪迎击那逼近的对手。
§5.239ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες §5.240ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
” 他们说完,便一同登上了雕饰精美的战车,满怀斗志地驾着骏马直奔提丢斯之子而去。
§5.241τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός, §5.242αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα· §5.243Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ, §5.244ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι §5.245ἶνʼ ἀπέλεθρον ἔχοντας·
卡帕纽斯的辉煌之子斯塞内洛斯看见了他们,随即对提丢斯之子说出了羽翼般的言语: “提丢斯之子迪奥墨德斯,我心所爱的人啊,我看见两个强壮的男人,正渴望着与你决一死战,他们拥有无比巨大的力量。
ὃ μὲν τόξων ἐῢ εἰδὼς §5.246Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι· §5.247Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο §5.248εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
其中一人精于弓术,潘达罗斯,自称是吕卡昂的儿子;另一个则是埃奈亚斯,自诩诞生于无瑕的安喀塞斯,而他的母亲则是阿佛洛狄忒。
§5.249ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω §5.250θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
来吧,我们乘战车退却吧,请不要这样在先锋战士中狂冲乱撞,以免丢掉你宝贵的生命。
§5.251τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· §5.252μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
” 强悍的迪奥墨德斯怒目而视,对他说: “莫跟我提逃跑,因为我想你无法说服我。
§5.253οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι §5.254οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
在战斗中躲闪退缩或是畏缩屈服,并非我的本色;我的力量依然充沛。
§5.255ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως §5.256ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
我不愿登上战车,就以现在的姿态,我也要前去迎击他们;帕拉斯·雅典娜不容我退缩。
§5.257τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι §5.258ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.
而这两个人,他们的骏马也休想把他们两人都带离我们这里,即使其中一人侥幸逃脱。
§5.259ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §5.260αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ §5.261ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους §5.262αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας, §5.263Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων, §5.264ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
我还要告诉你另一件事,你且记在心上:如果深谋远虑的雅典娜赐予我荣耀,让我将他们两人斩杀,你就把我们这些快速的骏马留在原地,将缰绳拉紧系在车栏上,并且切记要向埃奈亚斯的战马冲去,将它们从特洛伊人中赶到身着美胫甲的阿开亚人这边来。
§5.265τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς §5.266δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι §5.267ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε, §5.268τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης §5.269λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους· §5.270τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
因为这些马是广声的宙斯补偿他失去儿子甘尼美德而赐予特罗斯的那一血统,它们是黎明和日光下所有马匹中最好的;人中之王安喀塞斯偷配了这一血统,他瞒着拉俄墨东,让牝马受孕;由此在他的宫殿里繁衍出了六头后代。
§5.271τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ, §5.272τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
其中四头他留在自己的马槽里亲自喂养,另外两头则送给了埃奈亚斯,那可是制造恐慌的能手。
§5.273εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
若我们能夺得这两头,便能赢得无上的荣光。
§5.274ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §5.275τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.
” 他们正这样互相交谈着,那两人驱策着骏马,很快来到了近前。
§5.276τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
吕卡昂的辉煌之子先对迪奥墨德斯开口说道:

词汇与语法注释

  1. 5.214τάμοι... θείην — 主句中的愿望语气 τάμοι 与条件从句(由 εἰ μή 引导)中的愿望语气 θείην 结合,表示当前时间下强烈的假设,用于表达庄重的自我诅咒。
  2. 5.222πεδίοιο — 此处为处所属格(“在平原上”),用于修饰分词 ἐπιστάμενοι,而非其直接宾语,用以描述马匹在平原上奔跑的娴熟技能。
  3. 5.253γενναῖον — 中性单数形容词,用作主语不定式 μάχεσθαι 的表语。与格 μοι 是利益与格,意为“对我而言,边闪躲边战斗并非高贵的本色”。
  4. 5.265της... γενεῆς — 源泉或部分属格,取决于第268行的动词 ἔκλεψεν。第265行的名词短语 τῆς... γενεῆς 在第268行重复出现,中间被关系从句隔开,形成一种远隔结构(hyperbaton)。

引用这一段

荷马, 伊利亚特 §5.209-5.276. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.209-5.276

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。