Humanitext Reader

ホメロス · イリアス §5.277-5.343

パンダロスの戦死とアプロディテの負傷

41 / 226 箇所 · ギリシア語

要旨

パンダロスはディオメデスを射止めたと叫ぶが、直後にディオメデスの反撃の槍によって殺される。アイネイアスがその死体を守るが、ディオメデスが投げた大石で骨盤を砕かれて重傷を負い、アプロディテが息子を救出する。その隙にステネロスはアイネイアスの名馬を奪い去り、ディオメデスは戦場を逃れるアプロディテを追って彼女の手を槍で傷つける。

§5.277καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ §5.278ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
「不屈の心を持つ、戦いに長けた高貴なテュデウスの息子よ、確かに、あの素早い矢、あの手厳しい矢はお前を屈服させられなかった。
§5.279νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
今度は槍で、私が当たるかどうか試してみよう。
§5.280ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος §5.281καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα·
」そう言って、彼は長い影を投げる槍を振りかざして放ち、テュデウスの子の盾に当てた。
τῆς δὲ διὰ πρὸ §5.282αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
そして盾をまっすぐ貫いて、青銅の槍先は飛び進み、胸当てに達した。
§5.283τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
それに対して、リュカオンの輝かしい息子は大声で叫んだ。
§5.284βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω
「お前は脇腹を貫かれた。
§5.285δηρὸν ἔτʼ ἀνσχήσεσθαι·
お前がもはや長くは耐えられないだろう。
ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.
お前は私に大いなる栄光を与えたのだ。
§5.286τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
」彼に対して、強きディオメデスは恐れることなく言った。
§5.287ἤμβροτες οὐδʼ ἔτυχες·
「お前は外したのだ、当たらなかったのだ。
ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω §5.288πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα §5.289αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
だが、お前たち二人は、どちらか一方が倒れて、牛皮の盾を持つ戦士アレスにその血を飽くまで吸わせるまでは、決してやめはしないだろう。
§5.290ὣς φάμενος προέηκε·
」そう言って彼は槍を放った。
βέλος δʼ ἴθυνεν Ἀθήνη §5.291ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
アテナがその槍を目の脇の鼻へと向け、それは白い歯を突き抜けた。
§5.292τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής, §5.293αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
容赦なき青銅は彼の舌の根元を切り裂き、槍先は顎の最下部から突き出た。
§5.294ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ §5.295αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι §5.296ὠκύποδες·
彼は戦車から崩れ落ち、彼の上で、目まぐるしくきらめく武具が響き、快速の馬たちは驚いて脇へと逃げ去った。
τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
そしてその場で彼の命と力が解き放たれた。
§5.297Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ §5.298δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
アイネイアスは盾と長い槍を持って飛び降りた、アカイア人が彼の死体を引きずり去るのではないかと恐れて。
§5.299ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς, §5.300πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, §5.301τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι §5.302σμερδαλέα ἰάχων·
彼は、自らの武勇を信じるライオンのように死体の周りを歩き回り、自分の前方に槍と万遍なく丸い盾を構え、立ち向かってくる者があれば誰でも殺そうと身構え、恐ろしく叫んでいた。
ὃ δὲ χερμάδιον λάβε χειρὶ §5.303Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, §5.304οἷοι νῦν βροτοί εἰσʼ·
そのとき、テュデウスの子は手に大きな石を掴んだが、それは、今日の人間であれば二人がかりでも運べないほど重いものだった。
ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
しかし、彼は一人でそれをたやすく振り回した。
§5.305τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς §5.306ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
彼はそれでアイネイアスの骨盤、すなわち大腿骨が骨盤の中で回転する場所、人々がコテュレと呼ぶ箇所を打った。
§5.307θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·
彼はその臼蓋を砕き、さらに両方の腱を引き裂いた。
§5.308ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος·
荒々しい石が皮膚を剥ぎ取った。
αὐτὰρ ὅ γʼ ἥρως §5.309ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
しかし、英雄は膝をついて倒れ、太い手で地面を支えにした。
§5.310γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
そして黒い夜が彼の両目を包み込んだ。
§5.311καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, §5.312εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
そして、人々の王アイネイアスは、ここで命を落としたことであろう、もしゼウスの娘アプロディテが素早く気づかなかったならば。
§5.313μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·
牧童アンキセスのために彼を産んだ、彼の母親が。
§5.314ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, §5.315πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν §5.316ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων §5.317χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
彼女は愛する息子の周りに白い両腕を伸ばし、輝く長衣のひだを彼の前にかけて覆い、快速の馬を駆るダナオス人の誰かが、青銅をその胸に打ち込んで、命を奪うことのないようにした。
§5.318ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
彼女は愛する息子を戦場からひそかに運び出そうとした。
§5.319οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων §5.320τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
カパネウスの息子も、あの約束を忘れてはいなかった、鬨の声に秀でたディオメデスが命じたあの約束を。
§5.321ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους §5.322νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας, §5.323Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους §5.324ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
彼は自分自身の蹄の固い馬たちを、喧騒から離れた場所に留め、戦車の手すりに手綱を縛りつけ、アイネイアスの美しいたてがみの馬たちに襲いかかって、トロイア人の間から美しき脛当てをつけたアカイア人のもとへと追い立てた。
§5.325δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
そして、彼が同世代の誰よりも重んじていた親しい友デイピュロスにそれを与えた。
§5.326τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
彼とは気が合っていたからである。
§5.327νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν·
その馬たちを虚ろな船へと追いたてて行かせるために。
αὐτὰρ ὅ γʼ ἥρως §5.328ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα, §5.329αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους §5.330ἐμμεμαώς·
一方、英雄は自分の馬に乗り、光り輝く手綱を掴み、すぐに強健な蹄の馬たちを駆ってテュデウスの子を追いかけた、猛烈に。
ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
そしてディオメデスは無慈悲な青銅を手にキュプリスを追撃した。
§5.331γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων §5.332τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, §5.333οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
彼女が力なき女神であり、人々の間で戦争を支配するあの女神たちの一人ではないこと、すなわちアテナでもなければ、都市を破壊するエニュオでもないことを知っていたからである。
§5.334ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων, §5.335ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς §5.336ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ §5.337ἀβληχρήν·
しかし、彼が大群衆の間を追いかけて彼女に追いついたとき、そこで心広きテュデウスの子は身を乗り出し、飛びかかって鋭い槍で、彼女の弱い手の先を傷つけた。
εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν §5.338ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, §5.339πρυμνὸν ὕπερ θέναρος·
槍は、美の女神たちが自ら織り上げた不朽の長衣を貫いて、たちまちその肉体を突き刺した、手のひらの付け根 of 腕のすぐ上で。
ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
そして女神から不朽の血が流れ出た。
§5.340ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
イコルが。 それは幸福なる神々に流れるものである。
§5.341οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον, §5.342τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
なぜなら神々はパンを食べず、きらめく酒を飲まない、それゆえ彼らには血がなく、不死なる者と呼ばれるのだ。
§5.343ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
彼女は声を上げて叫び、愛する息子を自分から落とした。

語釈・文法注

  1. §5.288πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα αἵματος ἆσαι Ἄρηα — 二重の πρίν 構文。最初の πρίν は未来不定詞 ἀποπαύσεσθαι(主語は二人を指す σφῶϊ)を伴って「二人がやめることはない」を意味し、二つ目の πρίν γʼ ἢ は ἕτερόν γε πεσόντα(「一方が倒れて」)を対格不定詞の主語、Ἄρηα(「アレスを」)を目的語とする不定詞 ἆσαι(「飽き足らせる」)の構文を導き、「どちらか一方が倒れてアレスをその血(αἵματος、材料の属格)で飽かせるまでは」という意味になる。
  2. §5.303ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν — 関係代名詞 ὃ は中性の先行詞 χερμάδιον(「石」)を指す。ἄνδρε は名詞 ἀνήρ の主格両数形。助辞 ἄν(あるいは κεν)を伴わない希求法 φέροιεν は、関係節内において「(今日の人間であれば二人でも)運ぶことができないであろう」という潜在・能力の意味を表すホメロス特有の用法である。
  3. §5.311καί νύ κεν ἔνθʼ ἀπόλοιτο ... εἰ μὴ ἄρʼ ὀξὺ νόησε — 過去の反実仮想の条件文。条件節(protasis)は一般的な「εἰ μὴ + 直説法過去(aorist)」(εἰ μὴ ... νόησε「気づかなかったならば」)の形式だが、帰結節(apodosis)では古典期に一般的な「直説法過去 + ἄν」の代わりに、ホメロスでしばしば用いられる「希求法 + κεν」(κεν ... ἀπόλοιτο「死んでいたであろう」)の古風な形式が使われている。
  4. §5.326ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη — ὅτι(「〜だから」)に導かれる因果節。ᾔδη は動詞 οἶδα(「知る」)の過去完了(pluperfect)3人称単数形。人称代名詞の与格 οἱ(「彼に/彼の」)は、先行する関係代名詞 ὃν(デイピュロス)を指し、全体で「彼の心の中に(自分と)一致する考え(ἄρτια)があると知っていたから」(=志が通じ合っていたから)という意味を形成する。

この箇所を引用する

ホメロス, イリアス §5.277-5.343. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:5.277-5.343

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。