Humanitext Reader

荷马 · 伊利亚特 §4.478-4.544

奥德修斯的报复与诸神的激励

第 36 段,共 226 段 · 希腊语

内容简介

在埃阿斯斩杀西摩伊西奥斯之后,奥德修斯等人展开报复性杀戮,使战况更加激烈。阿波罗与雅典娜各自激励己方阵营,导致双方死伤惨重。

§4.478θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν §4.479ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
他未能向亲爱的父母报答养育之恩,因他被气宇轩昂的埃阿斯的长枪击倒,他的生命竟如此短暂。
§4.480πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν §4.481δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος §4.482ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς §4.483ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει §4.484λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι· §4.485τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ §4.486ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ· §4.487ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
因为当他冲在最前时,埃阿斯击中了他右乳房旁的胸部;青铜长枪直接穿透了他的肩膀;他在尘土中倒地,如同一棵白杨树,它生长在巨大沼泽的低湿地里,树干光滑,却在最顶端长满枝桠;筑车匠人用闪亮的铁器将其砍倒,为了给美丽的战车弯曲出轮圈;而它正躺在河畔渐渐干枯。
§4.488τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν §4.489Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ §4.490Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
宙斯所生的埃阿斯就这样剥去了安塞缪翁之子西摩伊西奥斯的甲胄;此时,身披闪亮铠甲的普里阿摩斯之子安提福斯从人群中向他投出锋利的长枪。
§4.491τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον §4.492βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα· §4.493ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
他未能击中埃阿斯,却击中了奥德修斯那英勇的同伴留科斯,正当他把尸体拖向一侧时,枪尖扎进了他的腹股沟;他压在尸体上倒下,死尸也脱手落在他身旁。
§4.494τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, §4.495βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, §4.496στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ §4.497ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο §4.498ἀνδρὸς ἀκοντίσσαντος·
奥德修斯因伙伴被杀而心中狂怒,他身披闪亮的青铜铠甲穿行在前线战士之中,走到极近处站定,环顾四周,掷出了他那明亮的长枪;特洛伊人纷纷在这投枪的勇士面前退缩。
ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, §4.499ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα §4.500ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
他并未射出虚妄的一枪,而是击中了普里阿摩斯的庶子德莫科翁,他是从阿拜多斯那饲养骏马之地来到这里的。
§4.501τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ §4.502κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν §4.503αἰχμὴ χαλκείη·
奥德修斯为同伴复仇心切,用长枪击中了他的太阳穴,青铜枪尖从另一侧的太阳穴穿出。
τὸν δὲ σκότος ὄσσε κάλυψε, §4.504δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
黑暗笼罩了他的双眼,他轰然倒地,身上的铠甲叮当作响。
§4.505χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· §4.506Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς, §4.507ἴθυσαν δὲ πολὺ προτέρω·
前线的战士们和光辉的赫克托尔纷纷退缩;阿耳戈斯人大声欢呼,拖走了尸体,并向更前方冲去。
νεμέσησε δʼ Ἀπόλλων §4.508Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας· §4.509ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
然而阿波罗从佩尔伽莫斯俯瞰,大为震怒,向特洛伊人大声呼喊: “奋起吧,驯马的特洛伊人,绝不要在战斗中向阿耳戈斯人屈服!
§4.510Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος §4.511χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
因为他们的肌肤并非石头,也不是铁,无法在被击中时抵挡那撕裂肉体的青铜。
§4.512οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο §4.513μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
况且,那秀发提提斯之子阿基琉斯也没有参战,而是在船旁强忍着伤透心扉的怒火。
§4.514ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς §4.515ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια §4.516ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
” 那可怕的神明在城中如此高喊;而催动阿开亚人的,则是宙斯之女、无比荣耀的特里托革尼亚,她穿行于人群之中,每当看见有人懈怠,便加以激励。
§4.517ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε· §4.518χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι §4.519κνήμην δεξιτερήν·
此时,阿马伦克斯之子迪奥雷斯被命运所束缚;他的右腿踝骨旁被一块棱角分明的乱石击中。
βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν §4.520Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
投石者是色雷斯战士的领袖佩罗斯,因布拉索斯之子,他是从埃诺斯来到这里的。
§4.521ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς §4.522ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι §4.523κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας §4.524θυμὸν ἀποπνείων·
那无情的石块将两条肌腱和骨头彻底砸碎;他仰倒在尘土中,向亲爱的同伴们伸出双手,咽下了最后一口气。
ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ §4.525Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι §4.526χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
那投石击中他的佩罗斯奔上前去,用长枪刺入了他的肚脐旁;所有的肠脏都流了一地,黑暗笼罩了他的双眼。
§4.527τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ §4.528στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
然而,正当他退避时,埃托利亚人托阿斯用长枪击中了他乳房上方的胸部,青铜枪尖刺入了他的肺部。
§4.529ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος §4.530ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, §4.531τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
托阿斯奔至近旁,从他的胸部拔出沉重的长枪,并抽出锋利的佩剑,用剑猛刺他的腹部,夺去了他的生命。
§4.532τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι §4.533Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες, §4.534οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν §4.535ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
但他未能剥去其铠甲,因为他的同伴们那些头顶束发的色雷斯人,手持长枪,将他团团围住;尽管托阿斯高大、强壮且威严,他们还是将他从身旁推开;他被迫后退,身体摇晃。
§4.536ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην, §4.537ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων §4.538ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
于是,这两人并排倒在尘土中,他们一个是色雷斯人的领袖,一个是身披青铜铠甲的厄裴奥斯人的领袖;在他们周围,还有许多其他人也被杀害。
§4.539ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, §4.540ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ §4.541δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη §4.542χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν· §4.543πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ §4.544πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.
此时,若有谁步入战场,仍未被锋利的青铜击中或刺伤,在两军之间穿行,且有帕拉斯·雅典娜牵着他的手引路,并为他挡开飞来的流弹,那么他绝不会再轻视这一场战斗;因为在这一天,有许许多多的特洛伊人和阿开亚人并排俯卧在尘土之中。

词汇与语法注释

  1. §4.479δαμέντι — 屈折为与格的无定过去时被动分词,修饰第4.478行的代名词 `οἱ`(他/他的)。句法结构为“对于在气宇轩昂的埃阿斯枪下被击倒的他而言,其生命是短暂的”。
  2. §4.539ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο — 这是一个条件句,主句是带有语气助词 `κεν`(相当于 `ἄν`)的希求语气动词 `ὀνόσαιτο`,条件由关系代词引导,从句中包含第540-542行的希求语气动词(`δινεύοι`, `ἄγoι`, `ἀπερύκοι`)。它表达了一种潜在或假设的情况:若有人能在未受伤害且在雅典娜庇护下穿行战场,他也绝不能轻视这战局(`ἔργον`)。

引用这一段

荷马, 伊利亚特 §4.478-4.544. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:4.478-4.544

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。