Humanitext Reader

荷马 · 伊利亚特 §4.67-4.137

潘达罗斯放箭与梅涅劳斯负伤

第 30 段,共 226 段 · 希腊语

内容简介

受宙斯之命,雅典娜降临人间,唆使特洛伊方的潘达罗斯向梅涅劳斯放箭。雅典娜亲自使箭偏离轨道以防致命伤,但箭支仍穿透盔甲造成了轻伤。

§4.67ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
[让特洛伊人]“首先违背誓约而开始加害。
§4.68ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
” 他这样说,人类与众神之父并未不从。
§4.69αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· §4.70αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, §4.71πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς §4.72ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
他立刻对雅典娜说出羽翼般的话语: “快去特洛伊人和阿开亚人的军队中,设法让特洛伊人对大言不惭的阿开亚人首先违背誓约而开始加害。
§4.73ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην, §4.74βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
” 这样说着,他促使本来就已急切的雅典娜,她便从奥林波斯的山巅飞身跃下。
§4.75οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω §4.76ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν §4.77λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται· §4.78τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, §4.79κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας §4.80Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·
犹如狡黠的克罗诺斯之子发出的星辰,或是作为给水手们、或是作为给广阔的民众军队的前兆,那星辰璀璨,从中射出许多火花;帕拉斯·雅典娜与之相似地跃向大地,落在他们的中央;目睹此景的人们无不惊叹,无论是驯马的特洛伊人,还是护胫精美的阿开亚人。
§4.81ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· §4.82ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
于是有人看着身旁的人这样说道: “难道邪恶的战争和恐怖的厮杀又将来临?
§4.83ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι
还是宙斯要在双方之间建立友谊?
§4.84Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
他可是被注定为凡人战争的掌管者。
§4.85ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
” 阿开亚人和特洛伊人中有人这样议论着。
§4.86ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον §4.87Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, §4.88Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
雅典娜化作男子的模样,潜入了特洛伊人的群中,伪装成安特诺尔之子、强壮的枪手拉奥多科斯,寻找神一样的潘达罗斯,看是否能找到他。
§4.89εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε §4.90ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων §4.91λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·
她找到了吕卡翁那完美而强壮的儿子,他正站着;在他周围是由持盾的强壮士兵组成的队列,这些人是在爱塞波斯河畔跟随他的。
§4.92ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· §4.93ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
她站在他的身旁,说出羽翼般的话语: “聪慧的吕卡翁之子,你可愿听我一言?
§4.94τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, §4.95πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, §4.96ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
若你敢于向梅涅劳斯射出飞快的利箭,你将从所有特洛伊人那里赢得感激与荣耀,尤其是从亚历山大国王那里。
§4.97τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο, §4.98αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν §4.99σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.
如果他看到被你射中的好战的阿特柔斯之子梅涅劳斯,倒在你的箭下,登上悲伤的火葬堆,你必将最先从他(亚历山大)那里带走灿烂的礼物。
§4.100ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο, §4.101εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ §4.102ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην §4.103οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
来吧,向荣耀的梅涅劳斯射箭,并向诞生于吕基亚的、著名的弓手阿波罗祈祷,许诺在你回到神圣的泽勒亚城家中时,献祭百头初生羊羔的隆重牺牲。
§4.104ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·
” 雅典娜这样说,说服了那个愚蠢之人的心。
§4.105αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
瞬间,他取出了他那用野生跃羚的角做成的、精心磨制的弓。
§4.106ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας §4.107πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι §4.108βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.
那只野羚是他自己曾经在埋伏处等待时,趁它从岩石上出来,击中它的胸部下方,射中胸口;野羚便仰天倒在岩石上。
§4.109τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·
它的双角从头上长出,长达十六个手掌宽。
§4.110καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, §4.111πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
制角工匠精心打磨并拼接了它们,全部磨光后,在末端安上了黄金的弓梢。
§4.112καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ §4.113ἀγκλίνας·
他将弓抵着地面用力拉紧弓弦,随后妥善放下。
πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι §4.114μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν §4.115πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
而他英勇的同伴们在前面用盾牌遮挡着他,以免好战的阿开亚人的儿子们在好战的阿特柔斯之子梅涅劳斯被射中之前便跳起来袭击。
§4.116αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν §4.117ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·
接着,他拉开箭筒的盖子,取出一支箭,尚未射过、带羽的、带来黑色痛苦的灾祸之箭。
§4.118αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, §4.119εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ §4.120ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην §4.121οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
他迅速将那支锐利的箭搭在弦上,并向诞生于吕基亚的、著名的弓手阿波罗祈祷,许诺在回到神圣的泽勒亚城家中时,献祭百头初生羊羔的隆重牺牲。
§4.122ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια· §4.123νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
他同时拉住箭尾槽和牛腱做的弓弦;将弓弦拉近胸口,将箭的铁尖拉近弓身。
§4.124αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, §4.125λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς §4.126ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
待他把巨大的弓拉满如圆,弓梢鸣响,弓弦大声呼啸,锐利的箭跃然而出,渴望飞向那人群之中。
§4.127οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο §4.128ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
可是,梅涅劳斯啊,不死且幸福的众神并没有忘记你。
§4.129ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
尤其是宙斯的女儿、夺取战利品者最先站在你面前,为你挡下了带来痛苦的飞箭。
§4.130ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ §4.131παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ, §4.132αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες §4.133χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
她将箭拂离他的皮肤,就像母亲在孩子甜美安睡时拂去飞蝇一样;她自己则把箭引向黄金扣环扣合、双层胸甲相交叠的腰带处。
§4.134ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός· §4.135διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, §4.136καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο §4.137μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
锐利的箭射在了紧贴的腰带上;穿透了雕饰精美的腰带,并穿过了工艺繁复的胸甲而深入,直达他所穿着的腹带,那是为了保护皮肤、防御投枪的护具。

词汇与语法注释

  1. §4.67ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι — 这是承接前一节 §4.66 中由 ὥς κε 引导的虚拟语气(ἄρξωσι)从句的结尾,表示“为了让……”。短语 ὑπὲρ ὅρκια 意为“违反誓约”。
  2. §4.94τλαίης κεν — 愿望语气 τλαίης 与助词 κέν 连用,表示潜在可能性或温和的请求、劝诱(“你是否愿意/敢于……”)。
  3. §4.114μὴ πρὶν ἀναΐξειαν — 否定连接词 μή 引导的目的从句,因主句动词(σχέθον)为过去时而使用愿望语气(ἀναΐξειαν),表示“以免……”。与下一句的 πρὶν... πρὶν βλῆσθαι 呼应。
  4. §4.130ὡς ὅτε — 引入明喻的公式化表达(“犹如……之时”)。这里将雅典娜拨开飞箭的超自然防御,比作母亲为熟睡的孩子赶走苍蝇的日常生活场景。

引用这一段

荷马, 伊利亚特 §4.67-4.137. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:4.67-4.137

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。