§4.138ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
这最能保护他,但矢也穿过了它。
§4.139ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
于是矢刮伤了那人最表面的肌肤。
§4.140αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
立刻,黑云般的鲜血从伤口流了出来。
§4.141ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ §4.142Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων· §4.143κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο §4.144ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα, §4.145ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος· §4.146τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ §4.147εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.
犹如梅奥尼亚或卡里亚的妇人,为了做马的颊饰,用紫红色染料染象牙那样;它被置于内室,许多御者都渴望拥有它;但它是作为国王的珍宝而保存的,既是马的装饰,又是御者的荣耀;梅涅劳斯啊,你那匀称的大腿以及小腿,还有下面美丽的足踝,都被鲜血染红。
§4.148ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων §4.149ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς· §4.150ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
于是,人类之王阿伽门农浑身战栗,当他看到黑色的血液从伤口中流淌而下;好战的梅涅劳斯自己也同样浑身战栗。
但当他看到缚线和箭头倒钩还在外面时,他的心中又重新恢复了勇气。
§4.153τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων §4.154χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι· §4.155φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον §4.156οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι, §4.157ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.
统治者阿伽门农向他们沉重地叹息着说道,他拉着梅涅劳斯的手,伙伴们也一同叹息: “亲爱的弟弟,我为你立下这誓约,竟是为你带来了死亡,让你独自站在阿开亚人面前与特洛伊人交战,以至于特洛伊人射伤了你,践踏了神圣的誓约。
然而,誓约绝不会落空,羔羊的鲜血、纯正的奠酒以及我们所信赖的执手之礼,绝不会毫无用处。
§4.160εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν, §4.161ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν §4.162σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
因为即使奥林波斯之神现在没有使它实现,他终究会使其实现,他们必将付出巨大的代价,连同他们自己的头颅、妻子和儿女。
§4.163εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· §4.164ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ §4.165καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, §4.166Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων §4.167αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
因为我在心中和灵魂深处确切地知道这一点:那天终将来临,神圣的伊利奥斯、普里阿摩斯以及手持精良梣木枪的普里阿摩斯的臣民都将毁灭;居于高天之上、住在以太之中的克罗诺斯之子宙斯,将因这欺骗而震怒,亲自向他们所有人挥舞阴暗的埃癸斯。
§4.168τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα· §4.169ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε §4.170αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
这些事绝不会落空;但是,梅涅劳斯啊,如果你死去,履行了生命的命数,我将为你承受可怕的悲哀。
§4.171καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· §4.172αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· §4.173κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν §4.174Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα §4.175κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
我也将作为最可耻的人回到多渴的阿耳戈斯;因为阿开亚人会立刻想起祖国的土地;我们就会把阿耳戈斯的海伦留下,作为普里阿摩斯和特洛伊人的战利品;而你的白骨将在大地中腐烂,当你躺在特洛伊,事业尚未完成。
§4.176καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων §4.177τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο· §4.178αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων, §4.179ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν, §4.180καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν §4.181σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
狂妄自大的特洛伊人中有人会这样说,跳在荣耀的梅涅劳斯的坟墓上: ‘但愿阿伽门农对所有人都如此发泄他的愤怒,就像现在他徒劳地把阿开亚军队带到这里,看啊,他已经带着空船回到了亲爱的祖国,留下了英勇的梅涅劳斯。
§4.182ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
’ 有朝一日会有人这样说;到那时,愿辽阔的大地将我吞没。
§4.183τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος· §4.184θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν· §4.185οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν §4.186εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε §4.187ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
” 金发的梅涅劳斯鼓励着他回答道: “放宽心,千万不要让阿开亚人害怕;锐利的箭并没有刺中要害,而在那之前,闪亮的腰带,以及在它下面的裙甲和铜匠们制作的腹带挡住了它。
§4.188τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· §4.189αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε· §4.190ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει §4.191φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
” 统治者阿伽门农回答他说道: “但愿真的如此,亲爱的梅涅劳斯;医生会诊视伤口,并敷上能消除黑色痛苦的药物。
§4.192ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα· §4.193Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον §4.194φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, §4.195ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, §4.196ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς §4.197Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
” 说话间,他向神圣的传令官塔尔提比奥斯说道: “塔尔提比奥斯,尽速把马哈翁召来,那个英雄,无瑕的医生阿斯克勒庇俄斯之子,好让他诊视好战的阿特柔斯之子梅涅劳斯,他被某个精通弓术的人射中,无论是特洛伊人还是吕基亚人,那人赢得了荣耀,却留给我们悲伤。
§4.198ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, §4.199βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων §4.200παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν §4.201ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων §4.202λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
” 他这样说,传令官听了并未不从,他穿行在披铜甲的阿开亚军队中,四处寻找英雄马哈翁;他看见他正站着,周围环绕着持盾的强壮士兵的队列,那些是在养马的特里卡跟随他的臣民。