§4.1οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο §4.2χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη §4.3νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι §4.4δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
众神坐在宙斯的身旁,在黄金铺成的地上举行会议,敬美的赫柏在他们中间斟着神酒;他们用金杯互相敬酒,向下俯瞰着特洛伊人的城市。
§4.5αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην §4.6κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων· §4.7δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων §4.8Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
克罗诺斯之子随即试图激怒赫拉,用乘人之危的刺耳言辞,语带讽刺地说道: “女神之中确实有两位是梅涅劳斯的助手,阿尔戈斯的赫拉和阿拉尔科梅奈的雅典娜。
§4.9ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι §4.10τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη §4.11αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει· §4.12καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
可是她们却坐在远处,看着享受快乐;而对那另一人,喜爱微笑的阿佛洛狄忒却始终守护在他身边,为他挡开死神;甚至就在刚才,她救了那个以为自己必死无疑的人。
§4.13ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου· §4.14ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα, §4.15ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν §4.16ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.
然而,胜利确实属于好战的梅涅劳斯;让我们商量一下这些事情将如何解决,是我们要再次挑起邪恶的战争和恐怖的厮杀,还是在双方之间建立友谊。
§4.17εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο, §4.18ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος, §4.19αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
如果这能让所有人感到满意和愉快,那么普里阿摩斯国王的城市可以继续存在,梅涅劳斯则可以把阿尔戈斯的海伦领回去。
§4.20ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· §4.21πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
” 他这样说,雅典娜和赫拉便低声埋怨起来;她们并排坐着,正为特洛伊人策划着灾祸。
§4.22ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε §4.23σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· §4.24Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· §4.25αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
雅典娜默默地坐着,不发一言,对父亲宙斯无比愤怒,狂暴的怒火攫住了她;但赫拉的胸中却容不下这怒火,她开口说道: “最可怕的克罗诺斯之子,您说的是什么话?
§4.26πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον, §4.27ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι §4.28λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
您怎么能让我的劳苦变得徒劳而无果,还有我辛勤流下的汗水,以及我的骏马在我召集军队时所遭受的疲惫——为了给普里阿摩斯和他的儿子们带来灾难?
§4.29ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
您去干吧;但我们其他神明绝不都赞成。
§4.30τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· §4.31δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες §4.32τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις §4.33Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
” 聚合乌云的宙斯大为动怒,对她说道: “可怕的妇人,普里阿摩斯和普里阿摩斯的儿子们到底对你犯下了什么大罪,竟让你如此不依不饶地渴望彻底毁灭建构精良的伊利奥斯城?
§4.34εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ §4.35ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας §4.36ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
如果你亲自闯入城门和高耸的城墙,把普里阿摩斯和普里阿摩斯的儿子们,以及其他特洛伊人活生生吃掉,或许才能平息你的怒火。
§4.37ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω §4.38σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.
随你便吧;免得这争吵以后在你我之间成为重大的纠纷。
§4.39ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §4.40ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι §4.41τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, §4.42μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι· §4.43καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
另外我再告诉你一件事,你要记在心里:什么时候我也渴望去彻底毁灭一座你所珍视的人们所居住的城市,你绝不要阻拦我的怒火,而要听凭我行事;因为这次我也是虽然违心,但也甘愿让步于你。
§4.44αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι §4.45ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, §4.46τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ §4.47καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
在太阳和星光璀璨的天空之下,所有凡人居住的城市中,神圣的伊利奥斯、普里阿摩斯以及手持精良白蜡木枪的普里阿摩斯的人民,在我的心中是最受珍视的。
§4.48οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης §4.49λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
因为我的祭坛从未缺少过均等的筵席、奠酒和祭肉的香气;因为这是我们应得的荣耀。
§4.50τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· §4.51ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες §4.52Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη· §4.53τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι· §4.54τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.
” 牛眼睛的敬美赫拉随后回答他: “确实,对我来说,有三座城市最让我喜爱,阿尔戈斯、斯巴达和道路宽阔的迈锡尼;什么时候它们若被你心里厌恶,就请把它们彻底毁灭吧;对这些城市,我绝不袒护,也绝不吝惜。
因为即使我吝惜、不准你毁灭它们,我的吝惜也毫无用处,因为你比我强大得多。
§4.57ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· §4.58καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, §4.59καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, §4.60ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις §4.61κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.
但是,你必须不要让我的努力也变得毫无结果;因为我也是神,我的出身与你相同,诡计多端的克罗诺斯生下了我作为长女,既是因为我的出身,也是因为我被称作你的妻子,而你统治着所有不死的神明。
§4.62ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι, §4.63σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι §4.64ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι §4.65ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, §4.66πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
那么我们就在这些事情上互相让步吧,我让步于你,你让步于我;其他不死的神明也会随之跟随;你要赶快命令雅典娜前往特洛伊人和阿开亚人惨烈的战场,设法让特洛伊人对大言不惭的阿开亚人[开始违背誓约]”