Humanitext Reader

荷马 · 伊利亚特 §4.410-4.477

两军激战与最初的厮杀

第 35 段,共 226 段 · 希腊语

内容简介

迪奥梅德斯接受了阿伽门农的责备,并制止了反驳的斯塞内洛斯。阿开亚军与特洛伊军随即爆发激战,安提洛科斯和埃阿斯等将领在惨烈的混战中相继击杀敌将。

§4.410τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.
因此,绝不要在我面前将父辈置于与我们同等的荣耀之中。
§4.411τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· §4.412τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ· §4.413οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν §4.414ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
强壮的迪奥梅德斯怒目而视,对他说: “朋友,静静坐着,听从我的话;因为我并不责怪那民众的牧者阿伽门农,当他激励精美护胫的阿开亚人去战斗。
§4.415τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ §4.416Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν, §4.417τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
因为若阿开亚人能击杀特洛伊人,并攻克神圣的伊利奥斯,光荣便会伴随他;但若阿开亚人战败被杀,极大的悲哀也将归于他。
§4.418ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
可是来吧,让我们二人也来谋划激烈的斗志吧。
§4.419ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε· §4.420δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος §4.421ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
” 他说着,便身披铠甲从战车上跳落到地面;当主帅跃动时,他胸前的青铜铠甲发出了可怕的鸣响;随着他的动向,即使是坚忍不拔之人也会心生畏惧。
§4.422ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης §4.423ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος· §4.424πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα §4.425χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας §4.426κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην· §4.427ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες §4.428νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος §4.429ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης §4.430τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν, §4.431σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι §4.432τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
犹如在喧嚣的海岸上,大海的波涛在泽菲罗斯的催动下,一重接一重地涌起;它先是在深海中卷起浪头,继而在陆地上破碎,发出巨响,并在岬角周围弯曲成拱形耸立,吐出海水的泡沫;当时达那奥斯人的方阵也是如此,一队接一队地连绵不断地奔赴战场;将领们各自向麾下发号施令;而其余的人则默默前行,你绝不会想到有如此庞大的队伍跟随着,胸中竟藏着声音,他们因敬畏将领而保持沉默;在所有人身上,斑斓的铠甲闪闪发光,他们身披铠甲排成队列前行。
§4.433Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ §4.434μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν §4.435ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, §4.436ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· §4.437οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς, §4.438ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
而特洛伊人,则如同富人之圈内的母羊,成千上万地伫立着,正被挤着白色的乳汁,听到羊羔的鸣叫便不断地咩咩哀鸣,特洛伊人的呐喊声也在广阔的军阵中如此响起;因为他们并非所有人都有相同的呼声或统一的语言,而是语言杂糅,因为他们是从各地招募而来的盟军。
§4.439ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη §4.440Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, §4.441Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε, §4.442ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα §4.443οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει· §4.444ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ §4.445ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
阿瑞斯催动了这一方,而明眸的雅典娜则催动了那一方,还有戴摩斯、佛博斯,以及永无止境地狂热着的厄里斯,她是杀人如麻的阿瑞斯的姊妹与伴侣,起初她只是微微抬起头来,但随后她将头颅插入苍穹,足迹却踏在大地上;也就是她在当时,将同等的纷争投向他们中间,穿行于人群之中,加剧着众人的哀号。
§4.446οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, §4.447σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν §4.448χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι §4.449ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
随后,当他们终于汇聚到同一个地方时,他们便将牛皮盾、长枪以及身穿青铜铠甲的战士们的力量猛烈相碰;而那些带凸毂的盾牌互相撞击,顿时升起了巨大的喧嚣。
§4.450ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν §4.451ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
那里同时响起了杀戮者与被杀者的哀号与欢呼,大地流淌着鲜血。
§4.452ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες §4.453ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ §4.454κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, §4.455τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· §4.456ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
犹如在冬季,奔流下山的溪水将其汹涌的洪流汇聚在幽深的峡谷中,那是从深邃的沟壑中喷涌而出的巨大源泉,而远在山中的牧羊人听到了这隆隆的巨响;双方厮杀混战的人群中也爆发出了呐喊与痛苦。
§4.457πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν §4.458ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
安提洛科斯首先斩杀了一名特洛伊的披甲战士,那是在前列英勇作战的萨利西亚斯之子埃刻波洛斯。
§4.459τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, §4.460ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω §4.461αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν, §4.462ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
他首先击中了对方那马鬃茂密的兜鍪之角,青铜枪尖深深扎入额骨,穿透了进去;黑暗笼罩了他的双眼,他便像一座塔楼般在剧烈的会战中轰然倒塌。
§4.463τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ §4.464Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, §4.465ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα §4.466τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
见其倒下,查尔科顿之子、气宇轩昂的阿班特斯人领袖埃勒斐诺尔主帅抓住了他的双脚,将其从枪林弹雨下拖走,极力想要以最快速度剥去他的铠甲;然而他的这种冲动却十分短暂。
§4.467νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ §4.468πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη, §4.469οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
因为当他拖拽尸体时,心胸气壮的阿革诺尔看见了他,在他弯腰时,那自盾牌旁暴露出来的肋侧,用青铜包头的长枪刺中了他,使他的肢体瘫软。
§4.470ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη §4.471ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς §4.472ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
如此他的生命便离去,而在他的尸体上,特洛伊人与阿开亚人展开了惨烈的厮杀;他们如狼一般互相扑向对方,人与人交相搏斗。
§4.473ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας §4.474ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ §4.475Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος §4.476γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι· §4.477τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
在那里,忒拉蒙之子埃刻斯击中了安塞缪翁之子—— 那朝气蓬勃的青年西摩伊西奥斯,昔日她从伊达山下来时,在西摩伊斯河畔诞下了他,当时她正陪伴父母前去查看羊群;因而人们称他为西摩伊西奥斯;然而对于他的双亲

词汇与语法注释

  1. 4.410ὁμοίῃ ... τιμῇ — 由带否定词 `μή` 的禁止命令式动词 `ἔνθεο`(无定过去时中动命令式)控制。直译为“决不要对我(μοι)而言将父辈置于同等的荣耀中”,意指“不要将父辈与我们等同看待”。
  2. 4.412τέττα — 伙伴之间使用的口语化称呼,有时带有劝诫或亲近的语气。此处是迪奥梅德斯对战友斯塞内洛斯说话,意在劝其保持沉默。
  3. 4.421ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν — 介词 `ὑπό` 与动词 `εἷλεν` 分离(分拆现象 tmesis),共同构成 `ὑφεῖλ演`(袭来、攫取)。语气词 `κεν` 与直说过去时 `εἷλεν` 连用,表示对过去事实的虚拟或推测(“即便是不屈不挠之人,恐惧也定会袭上心头”)。
  4. 4.453συμβάλλετον — 第三人称双数(dualis)现在时直说语气动词,对应下山汇流的两条急流。双数形式生动地表现了两股奔流在峡谷中交汇相撞的景象。

引用这一段

荷马, 伊利亚特 §4.410-4.477. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:4.410-4.477

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。