§4.410τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.
それゆえ、決して私の前で、父たちを我々と同等の栄誉に置かないでくれ。
§4.411τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
すると、彼を睨みつけて屈強なディオメデスが言った。
§4.412τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
「友よ、黙って座り、私の言葉に従うのだ。
私は、民の牧者アガメムノンが、すね当てのよいアカイア人たちに戦うよう促しているのを非難はしない。
§4.415τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ §4.416Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν, §4.417τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
もしアカイア人がトロイア人を滅ぼし、神聖なイリオスを奪い取るならば、彼には栄光が伴うだろうし、アカイア人が滅ぼされたならば、彼にはまた大きな悲しみが訪れるだろう。
§4.418ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
さあ、我々二人も激しい戦闘の力を尽くすことを考えよう。
§4.419ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
」そう言って、彼は武具を帯びたまま戦車から地面に飛び降りた。
ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
不屈の心をもつ者であっても、恐怖が彼を襲ったことだろう。
§4.422ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης §4.423ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος· §4.424πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα §4.425χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας §4.426κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
響き渡る海岸に海の波が、西風に促されて、次から次へと押し寄せ、まず沖合で波頭を立て、それから陸地で砕けて激しく轟き、岬のまわりで湾曲してうねり高く盛り上がり、海の泡を吐き出す。
そのように、そのときダナオス人の軍勢は次から次へと動き、絶え間なく戦いへと進んだ。
κέλευε δὲ οἷσιν ἕκαστος §4.429ἡγεμόνων·
将領たちはそれぞれ自らの部下に命令を下した。
οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης §4.430τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
他の者たちは静かに進み、これほど多くの軍勢が、胸の中に声を携えて従っているとは、誰も思わなかっただろう。
指揮官たちを恐れて沈黙し、全員の周りで色とりどりの武具が輝き、それらを身にまとって彼らは隊列を進んだ。
§4.433Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ §4.434μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν §4.435ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, §4.436ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
一方トロイア人は、裕福な男の囲いの中でおびたただしい数の羊が、白い乳を搾られながら立っており、子羊たちの声を聞いて絶え間なく鳴いているように、そのように、トロイア人の鬨の声が広い軍勢の間に沸き起こった。
§4.437οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς, §4.438ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
彼ら全員が同じ叫び声や一つの言葉を持っていたわけではなく、言葉は混ざり合っており、様々な地から招かれた者たちだったからである。
§4.439ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
一方をアレスが駆り立て、他方を輝く眼のアテナが駆り立てた。
§4.440Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
またデイモスとポボス、そして激しく熱望するエリスも。
§4.441Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
彼女は殺人鬼アレスの姉妹であり、伴侶である。
§4.442ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα §4.443οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
彼女は最初は小さく頭をもたげるが、その後天に頭を据え、地上を歩む。
§4.444ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ §4.445ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
彼女はそのときも、群衆の間を通り抜け、人々の嘆きを増大させながら、彼らの真ん中に共通の争いを投げ入れた。
§4.446οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, §4.447σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν §4.448χαλκεοθωρήκων·
そして彼らがついに一つの場所に合流して到達したとき、彼らは牛皮の盾をぶつけ合い、槍をぶつけ合い、青銅の鎧を着た男たちの力をぶつけ合った。
ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι §4.449ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
そしてボスのついた盾が互いに押し合い、大きな喧騒が沸き起こった。
§4.450ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν §4.451ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
そこでは、殺す者たちと殺される者たちの嘆きと勝ち誇る叫びが同時に起こり、大地は血で流れた。
§4.452ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες §4.453ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ §4.454κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, §4.455τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· §4.456ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
山々を下って流れる冬の急流が、大いなる水源から谷の奥深くへと、その激しい水を合流点に注ぎ込み、羊飼いが山の中で遠くその響きを聞くように、そのように、交わる者たちの叫び声と労苦が沸き起こった。
§4.457πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν §4.458ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
最初にアンティロコスが、最前線の戦士たちの中で勇敢な、タリュシアスの子エケポロスを討ち取った。
§4.459τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, §4.460ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
彼が最初に、相手の馬毛の豊かな兜の突起を撃ち抜き、額に突き刺した。
§4.461αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
青銅の槍先は骨を貫いて内部に入り込み、闇が彼の両目を覆った。
§4.462ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
そして彼は、激しい戦闘の中で塔が倒れるように倒れた。
支配者エレペノールが、倒れた彼の足を掴んだ、カルコドン子、気高きアバンテス人の将領である。
彼は、一刻も早く武具を剥ぎ取ろうと熱望しつつ、彼を矢玉の下から引きずり出そうとした。
μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
しかし彼のその試みは短かった。
§4.467νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ §4.468πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη, §4.469οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
死体を引きずっている彼を見て、気高きアゲノールが、彼が身を屈めたときに盾の脇から露出した脇腹を、青銅を張った槍で突き刺し、その手足を解いた。
こうして彼の命は去り、彼の遺体をめぐってトロイア人とアカイア人の間で激しい戦いが起こった。
οἳ δὲ λύκοι ὣς §4.472ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
彼らは狼のように互いに襲いかかり、男が男を揺さぶり倒した。
そこで、テラモンの子アイアスがアンテミオンの息子、若く元気なシモエイシオスを討った。
§4.475Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος §4.476γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
かつて彼の母がイデ山から下り、シモエイス川の岸辺で産み落とした子である、両親とともに羊の群れを見に行くのについて行ったときに。
§4.477τοὔνεκά μιν κάλεον Σιμοείσιον·
それゆえ人々は彼をシモエイシオスと呼んだ。
οὐδὲ τοκεῦσι
しかし彼は親たちに...