Humanitext Reader

荷马 · 伊利亚特 §24.472-24.537

普里阿摩斯的哀求与阿基琉斯的悲泣

第 222 段,共 226 段 · 希腊语

内容简介

普里阿摩斯秘密进入阿基琉斯的营房,抱住阿基琉斯的双膝,哀求赎回儿子的遗体。两人共同悲泣,随后阿基琉斯安抚老人,引述神明为凡人纺织的悲惨命运和佩琉斯的遭遇。

§24.472τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος·
蒙宙斯钟爱的阿基琉斯常坐在此处。
ἐν δέ μιν αὐτὸν §24.473εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο·
在这营房内,他(普里阿摩斯)找到了他本人,\n 他的同伴们则坐在别处。
τὼ δὲ δύʼ οἴω §24.474ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος §24.475ποίπνυον παρεόντε·
只有两个人,\n 英雄奥托梅冬和阿瑞斯的嫩枝阿尔基摩斯,\n 在近旁忙碌地侍奉着。
νέον δʼ ἀπέληγεν ἐδωδῆς §24.476ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.
他刚刚停止进食,\n 停止了吃喝;而食桌依然摆放在一样。
§24.477τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς §24.478χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας §24.479δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
\n 伟大的普里阿摩斯避开他们的注意走了进来,他站在近旁,\n 用双手抱住阿基琉斯的双膝,并亲吻他的双手——\n 那双可怕的、杀人无数的、曾夺去他许多儿子生命的手。
§24.480ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ §24.481φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον §24.482ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας, §24.483ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα· §24.484θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.
\n 如同当沉重的罪孽攫住一个人,他在祖国\n 杀人后逃亡到他人的城邦,\n 来到一户富人家中,看见他的人都惊诧不已;\n 阿基琉斯看见神一般的普里阿摩斯时也是这般惊诧;\n 其他人也同样惊诧,面面相觑。
§24.485τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· §24.486μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, §24.487τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·
\n 普里阿摩斯向他哀求,开口说道:\n “神一般的阿基琉斯啊,请想想你的父亲,\n 他正像我一样,处于悲惨的老年的门槛。
§24.488καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες §24.489τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.
\n 此时,四周的邻人或许也正在\n 逼迫他,而无人为他挡开灾祸与毁灭。
§24.490ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων §24.491χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα §24.492ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·
\n 但他只要听说你还活着,\n 便会在心中欢喜,并天天期盼着\n 能看见亲爱的儿子从特洛伊归来。
§24.493αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους §24.494Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.
\n 而我却是最不幸的人,因为我曾孕育了最优秀的儿子们,\n 在辽阔的特洛伊,而如今我竟说他们中已无一人幸存。
§24.495πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν· §24.496ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, §24.497τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.
\n 当阿开亚人的子弟来到时,我曾有五十个儿子;\n 其中十九个是我同一个妻子的子宫所生,\n 其他人则是大厅里的女人们为我所生。
§24.498τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν· §24.499ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, §24.500τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης §24.501Ἕκτορα·
\n 他们中大多数人的膝盖,都已被狂暴的阿瑞斯折断(夺去了生命);\n 唯有那一个曾为我撑起城邦与子民、独一无二的儿子,\n 他前几日为了保卫祖国而战时,被你杀害了——\n 那就是赫克托耳。
τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν §24.502λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.
为了他,我现在来到了阿开亚人的船旁,\n 要从你这里赎回他,并带来了无法估量的赎金。
§24.503ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον §24.504μνησάμενος σοῦ πατρός·
\n 阿基琉斯啊,请敬畏神明,并怜悯我本人,\n 想起你自己的父亲。
ἐγὼ δʼ ἐλεεινότερός περ, §24.505ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, §24.506ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.
我比他更值得怜悯,\n 我承受了地上任何凡人都不曾承受过的事——\n 向杀害我儿子的仇人的手,凑上我的嘴去亲吻。
§24.507ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο· §24.508ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
”\n 他这样说,激起了阿基琉斯为父亲哭泣的渴望;\n 他执起老人的手,轻轻地把他推开。
§24.509τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο §24.510κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς, §24.511αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε §24.512Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.
\n 两人各自思念着——一个伏在阿基琉斯足前,\n 为杀人无数的赫克托耳痛哭流涕,\n 阿基琉斯则为自己的父亲哭泣,有时又\n 为帕特罗克洛斯悲泣;他们的哀声在整座营房内回荡。
§24.513αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς, §24.514καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων, §24.515αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη §24.516οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον, §24.517καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §24.518ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.
\n 当高贵的阿基琉斯痛哭够了,\n 悲泣的渴望从他的心中与肢体间退去,\n 他立时从座位上站起,用手把老人扶起来,\n 怜悯他花白的头发与花白的胡须;\n 他开口向他吐出如翼的言语:\n “啊,不幸的人,你的心中确实承受了许多苦难。
§24.519πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος §24.520ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς §24.521υἱέας ἐξενάριξα;
\n 你怎敢独自来到阿开亚人的船旁,\n 来到这个杀害了你许多优秀儿子的男人面前?
σιδήρειόν νύ τοι ἦτορ.
\n 你的心肠真是铁打的。
§24.522ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης §24.523ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ· §24.524οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·
\n 来吧,请坐到座位上,尽管我们满怀悲痛,\n 也让我们将悲伤尘封在心底;\n 因为冰冷的哀号毫无益处。
§24.525ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι §24.526ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.
\n 因为神明已为可怜的凡人们纺好了命运的线,\n 让他们在悲伤中度日,而他们自己却无忧无虑。
§24.527δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει §24.528δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·
\n 因为在宙斯的殿堂里摆着两只大瓮,\n 盛着他所赐予的礼物,一瓮是灾祸,一瓮是福泽。
§24.529ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, §24.530ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ· §24.531ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε, §24.532καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, §24.533φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
\n 那位喜好雷电的宙斯若将两者混合赐予某人,\n 这人便时而遭遇不幸,时而获得福祉;\n 但他若只将痛苦的礼物赐予某人,那人便会被贬为受践踏者,\n 凄惨的饥荒会驱使他在神圣的大地上奔波,\n 他流浪着,既不为神明所敬,亦不为凡人所尊。
§24.534ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα §24.535ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο §24.536ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι, §24.537καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
\n 正如神明自佩琉斯出生起,\n 就赐予他辉煌的礼物;因为他在财富与福泽上\n 超群绝伦,统辖着米尔米冬人,\n 尽管他是一介凡夫,神明们却让他娶了女神为妻。

词汇与语法注释

  1. §24.477τοὺς δʼ ἔλαθʼ εἰσελθὼν — `λανθάνω`(隐藏、不被察觉)连用分词的句法结构。分词(`εἰσελθὼν`)所表示的动作在人(宾格 `τοὺς`)“未察觉的情况下”进行。此处意为“普里阿摩斯在不被阿基琉斯及其同伴察觉的情况下走了进来”。
  2. §24.487τηλίκου — 形容词属格 `τηλίκου`(如此年纪的)与前一行的属格 `πατρὸς σοῖο`(你的父亲)一致并作同格,用于将阿基琉斯的父亲与普里阿摩斯进行比较,指“像我这般年纪的(父亲)”。
  3. §24.506ὀρέγεσθαι — 不定式 `ὀρέγεσθαι` 用作前一行(§24.505)主动词 `ἔτλην`(我竟敢、我忍受了)的宾语(补足语),意为“竟敢(向杀子仇人的手)伸出(我的手/口)”。
  4. §24.509τὼ δὲ μνησαμένω — 整体与部分同格(或主格绝对)的结构。句子首先给出一个双数主格的主语和分词(`τὼ δὲ μνησαμένω`,“他们两人各自思念”),随后将其拆分为单数的个体主格叙述:`ὃ μὲν...`(“一个……”)与 `αὐτὰρ Ἀ希尔埃乌斯...`(“而阿基琉斯……”)。

引用这一段

荷马, 伊利亚特 §24.472-24.537. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:24.472-24.537

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。