Humanitext Reader

荷马 · 伊利亚特 §24.538-24.601

阿基琉斯的宽慰与归还赫克托耳遗体的准备

第 223 段,共 226 段 · 希腊语

内容简介

阿基琉斯向普里阿摩斯讲述其父佩琉斯苦乐参半的命运,并以此宽慰普里阿摩斯过去的辉煌与眼前的苦难,随后开始着手准备归还赫克托耳的遗体。在请求帕特罗克洛斯亡魂的谅解后,阿基琉斯告知普里阿摩斯遗体已获释放并提议进餐。

§24.538ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι §24.539παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων, §24.540ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε §24.541γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης §24.542ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.
然而,神也给这人带来了灾祸,因为他在大厅里没有得继王位的子嗣诞生,妻子只生下了一个注定早逝的独子;而我也未能在他老去时侍奉他,因为我正远离祖国,坐在特洛伊,给你和你的孩子们带来痛苦。
§24.543καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι· §24.544ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει §24.545καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων, §24.546τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
老人啊,我们也听说你从前是个幸福的人;在上方被马卡尔的领地莱斯博斯所环绕,在内陆被弗里吉亚、以及无垠的赫勒斯滂所包围的范围内,人们说你,老人啊,在财富与子嗣上都超群绝伦。
§24.547αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες §24.548αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.
然而,自从天上的神明给你带来这重苦难,你的城邦周围便总是充斥着战争与杀戮。
§24.549ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· §24.550οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, §24.551οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
坚强些吧,不要在心中无休止地悲哀;因为为你优秀的儿子悲伤并不能让你得到任何好处,你也无法让他复生,在遭受另一重灾难之前。
§24.552τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· §24.553μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ §24.554κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα
神一般的普里阿摩斯老人随后回答他: “请不要先让我坐到座位上,蒙宙斯养育的人啊,只要赫克托耳还被冷落着躺在营房里。
§24.555λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα §24.556πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις §24.557σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας §24.558αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
请立时释放他,好让我用双眼看见他;并请你接受身代金,那数额巨大的身代金,是我们为你带来的;愿你享有这些,并得以回到你自己的祖国土地,因为你首先允许了我自己活下去,并能看见太阳的光芒。
§24.559τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §24.560μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς §24.561Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε §24.562μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
” 捷足的阿基琉斯瞪着他,开口说道: “老人啊,不要再激怒我了;我自己也有心将赫克托耳释放给你,且有宙斯的使者来到我这里—— 那生下我的母亲,海洋老人的女儿。
§24.563καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις, §24.564ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
普里阿摩斯啊,我心里也明白你的情况,逃不过我的眼睛,有某位神明引导你来到了阿开亚人的疾行船旁。
§24.565οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν, §24.566ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα §24.567ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
因为任何凡人都不敢来到,即使是精力旺盛的青年,来到这军营之中;因为他无法避开守卫,也无法轻易撬开我们大门的门闩。
§24.568τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, §24.569μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω §24.570καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.
因此,不要在我满怀悲痛时再激荡我的心肠,老人啊,免得我连你也不放过,将你留在这营房中,尽管你是一个乞求者,从而违背了宙斯的命令。
§24.571ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
” 他这样说,老人便害怕了,顺从了他的话。
§24.572Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε §24.573οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο §24.574ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα §24.575τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, §24.576οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε, §24.577ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, §24.578κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης §24.579ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.
佩琉斯之子如同狮子一般从屋门一跃而出,并非独自一人,两个侍从紧跟在他身旁—— 英雄奥托梅冬和阿尔基摩斯,在死去的帕特罗克洛斯之后,阿基琉斯在同伴中最敬重他们,他们那时正在解开轭下的战马和骡子,并把那位老人的高声布告官带入营中,扶他坐到椅子上;他们从那精美的车厢里卸下了为赫克托耳的遗体所带来的、无法估量的身代金。
§24.580κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα, §24.581ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
他们留下了两件外套和一件织工精细的内衣,以便包裹好死者的遗体,好让人带回家。
§24.582δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι §24.583νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν, §24.584μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο §24.585παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ, §24.586καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.
阿基琉斯唤出女奴,吩咐她们清洗遗体并涂抹油,要避开普里阿摩斯抬去,免得他看见儿子,免得他在悲痛的心中无法克制怒火,在看见孩子时,从而激起阿基琉斯的怒意,将他杀害,从而违背宙斯的命令。
§24.587τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, §24.588ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, §24.589αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας, §24.590σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.
当女奴们清洗完毕并用橄榄油涂抹好身体后,她们在他身上披上美丽的外套和内衣,阿基琉斯亲自抱起他,将他安放在停尸台上,他的同伴们也一并帮着抬上了那辆精美的车厢。
§24.591ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· §24.592μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι §24.593εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα §24.594πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
随后他发出一声呻吟,直呼他亲爱的同伴的名字: “帕特罗克洛斯啊,请不要对我发怒,如果你在哈得斯的冥府里听闻,我已将高贵的赫克托耳释放归还给他亲爱的父亲,因为他给了我极其丰厚的赎金。
§24.595σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.
对你,我也将从中分出你应得的一份。
§24.596ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς, §24.597ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη §24.598τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον· §24.599υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες, §24.600κεῖται δʼ ἐν λεχέεσσʼ·
” 伟大的阿基琉斯这样说着,回到了营房中,坐回到他刚才起身的、雕刻精美的椅子上,靠着对面的墙,对普里阿摩斯开口说道: “老人啊,你的儿子已经按照你的要求释放了,如今他正躺在床榻上。
ἅμα δʼ ἠοῖ φαινομένηφιν §24.601ὄψεαι αὐτὸς ἄγων·
黎明破晓之时,你就可以亲自看见并带走他。
νῦν δὲ μνησώμεθα δόρπου.
现在,让我们想想晚饭吧。 ”

词汇与语法注释

  1. 24.540οὐδέ νυ τόν γε γηράσκοντα κομίζω — 意为“在他老去时,我未能侍奉他”。现在分词 γηράσκοντα 修饰代词 τόν γε(指佩琉斯)。现在时动词 κομίζω 表明阿基琉斯因远在特洛伊而无法赡养年迈父亲的现实。
  2. 24.551πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα — 连接词 πρίν 后接虚拟语气(此处为第二人称单数 πάθῃσθα),主句带否定词 οὐδέ。此构文传达出强烈的警告语气:“在遭受另一重灾难之前”,暗示如果普里阿摩斯继续坚持,将会招致新的祸端。
  3. 24.569μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω — 连接词 μή 引导表示担忧或顾虑的从句,支配虚拟语气动词 ἐάσω 和 ἀλίτωμαι,承接第568行的禁止虚拟语气 ὀρίνης。整句表达了阿基琉斯对自身愤怒失控的担忧:“免得我连你也不放过……从而违背宙斯的旨意”。
  4. 24.583ὡς μὴ Πρίαμος ἴδοι υἱόν, μή — 目的从句 ὡς μή 后接希求语气 ἴδοι(因主句动词 κέλετʼ 为过去时而采用历史时制希求语气),随后由第二个 μή 引导表示担忧的从句。第一个 μή 表示“免得普里阿摩斯看见儿子”,第二个 μή 进一步引出令人担忧的后果:“免得他在悲痛的心中无法克制怒火”。

引用这一段

荷马, 伊利亚特 §24.538-24.601. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:24.538-24.601

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。