Humanitext Reader

荷马 · 伊利亚特 §24.404-24.471

抵达阿基琉斯营帐与赫耳墨斯表明身份

第 221 段,共 226 段 · 希腊语

内容简介

普里阿摩斯从赫耳墨斯处获悉赫克托耳的遗体在神明的保护下依然完好无损,感到十分欣慰,随后带着赎尸的礼物前往阿基琉斯的营帐。赫耳墨斯帮助普里阿摩斯打开巨大的门闩并引导他进入后,显露了神明身份并返回奥林匹斯,留下普里阿摩斯独自去面对阿基琉斯。您需要下一部分的概要吗?

§24.404ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.
抑制这些渴望战斗的人,阿开亚人的国王们也做不到了。
§24.405τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· §24.406εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος §24.407εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, §24.408ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη §24.409ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.
” 神一般的白发老人普里阿摩斯随后回答他道: “如果你确实是佩琉斯之子阿基琉斯的侍从,来吧,请把全部真相如实告诉我,我的儿子是否还在船旁,还是阿基琉斯已经将他斩成碎块,扔给他的那些狗了?
§24.410τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· §24.411ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί, §24.412ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ §24.413αὔτως ἐν κλισίῃσι·
” 向导阿耳戈斯诛杀者再次对他说: “老人啊,狗和鸟还没有吃他,他依然躺在阿基琉斯的船旁,就在营房里保持原样。
δυωδεκάτη δέ οἱ ἠὼς §24.414κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ §24.415ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
虽然他躺在那里已是第十二个早晨,但他的肌肤完全没有腐烂,吃食战死者的蛆虫也没有咬他。
§24.416ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο §24.417ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ, §24.418οὐδέ μιν αἰσχύνει·
确实,每当神圣的黎明显现,阿基琉斯便推拖着他绕着他亲爱的伙伴的坟墓无情地拖曳,但并没有毁损他。
θηοῖό κεν αὐτὸς ἐπελθὼν §24.419οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται, §24.420οὐδέ ποθι μιαρός·
如果你亲自走上前去,会惊叹他躺在那里是多么鲜活,体表的血迹已被洗净,没有任何污迹。
σὺν δʼ ἕλκεα πάντα μέμυκεν §24.421ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.
他所有的伤口都已经闭合,无论受了多少伤;因为曾有许多人将青铜刺入他的身体。
§24.422ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος §24.423καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.
赐福的神明就是这样关爱你的儿子,即使他已经成了一具尸体,因为他在他们心中是非常亲爱的。
§24.424ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ· §24.425ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
” 他这样说,老人十分高兴,便回答道: “我的孩子,向不死的神明献上适宜的礼物,确实是件好事。
§24.426ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε, §24.427λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·
因为我的儿子——如果他真的曾经存在过的话—— 在大厅里从未忘记居住在奥林匹斯的神明。
§24.428τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
因此,即使在死的命运中,神明也眷顾着他。
§24.429ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, §24.430αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, §24.431ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.
那么,来吧,请从我这里收下这只美丽的酒杯,并保护我本人,在神明的保佑下护送我,直到我到达佩琉斯之子的营房。
§24.432τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· §24.433πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις, §24.434ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.
” 向导阿耳戈斯诛杀者再次对他说: “老人啊,你在试探我这个年轻人,但你无法说服我,让我瞒着阿基琉斯接受你的礼物。
§24.435τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι §24.436συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.
我在心中敬畏和尊重他,不敢剥夺他应得之物,以免日后灾祸降临到我身上。
§24.437σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, §24.438ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·
但作为你的护送者,我甚至可以陪你到著名的阿耳戈斯,无论是在快速的船上,还是步行随行,我都会尽心尽力。
§24.439οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.
绝不会有人因为轻视你的护送者而向你发起挑战。
§24.440ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους §24.441καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, §24.442ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
” 赐福的神明说着便跃上战车,拉起马匹,迅速将鞭子和缰绳握在手中,向马和骡注入了强劲的力量。
§24.443ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, §24.444οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, §24.445τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης §24.446πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας, §24.447ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.
当他们来到船只的防御塔和壕沟旁时,卫兵们刚刚在为晚饭忙碌,向导阿耳戈斯诛杀者将睡意倾注在他们所有人身上,并立刻打开大门,推开门闩,把普里阿摩斯和载着华丽礼物的马车引了进去。
§24.448ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο §24.449ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι §24.450δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν §24.451λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες· §24.452ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι §24.453σταυροῖσιν πυκινοῖσι·
当他们终于来到佩琉斯之子那座高大的营房时——这是米尔米冬人为他们的国王建造的,砍下冷杉木构筑而成;顶上则用从草地上收割来的茂密茅草覆盖;他们还在其周围用密集的栅栏为他们的国王围起了一座大庭院。
θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς §24.454εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, §24.455τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων §24.456τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·
门上只有一根冷杉木的门闩,平时需要三个阿开亚人来合力插上,三个人才能打开这扇门的巨大门闩—— 这是对其他普通人而言,但阿基琉斯独自一人就能将其插上。
§24.457δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, §24.458ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, §24.459ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε· §24.460ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα §24.461Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
此时,赐福的神赫耳墨斯为老人打开了门,把给疾足的佩琉斯之子的华美礼物引了进去,随后他从车上走下地面,开口说道: “老人啊,我其实是不死的神明赫耳墨斯;我的父亲派我来做你的护送者。
§24.462ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος §24.463ὀφθαλμοὺς εἴσειμι·
但我现在必须回去,我不会去到阿基琉斯的眼前。
νεμεσσητὸν δέ κεν εἴη §24.464ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·
因为如果一个不死的神明如此公然地向凡人表示钟爱,那将是会招致神怒的事。
§24.465τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, §24.466καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο §24.467λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
你自己进去,抱住佩琉斯之子的双膝,并在他父亲、美丽的母亲以及他的孩子的名义下恳求他,以打动他的心。
§24.468ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον §24.469Ἑρμείας·
” 赫耳墨斯说完,便离去前往高耸的奥林匹斯。
Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε, §24.470Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων §24.471ἵππους ἡμιόνους τε·
普里阿摩斯从车上跳到地面,把伊代奥斯留在原地;伊代奥斯留在那里照看马匹和骡子。
γέρων δʼ ἰθὺς κίεν οἴκου,
老人则径直朝营房走去,

词汇与语法注释

  1. §24.404ἴσχειν ἐσσυμένους πολέμου — 由前一行的 `οὐδὲ δύνανται`(他们也不能)所支配的不定式短语。`ἐσσυμένους` 是宾格复数分词,作 `ἴσχειν`(抑制)的直接宾语,表示“急于战斗的人们”,`πολέμου`(战斗)为夺格性属格。
  2. §24.426εἴ ποτʼ ἔην γε — 意为“如果他真的曾经存在过的话”的悲伤插入语。反映了痛失爱子赫克托耳的普里阿摩斯心中深切的丧失感与不真实感。
  3. §24.434παρὲξ Ἀχιλῆα δέχεσθαι — 介词 `παρὲξ`(瞒着、绕过)支配宾格 `Ἀχιλῆα`,意为“背着阿基琉斯(收下礼物)”或“瞒着阿基琉斯”。
  4. §24.454ἐπιρρήσσεσκον — 后缀 `-εσκον` 表示过去重复或习惯性的动作(“经常推上门闩”)。这突出了阿基琉斯营帐大门的巨大与沉重,平时需要三个普通男子才能操作。

引用这一段

荷马, 伊利亚特 §24.404-24.471. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:24.404-24.471

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。