§24.135ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν §24.136Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.
“(不死众神中)最为震怒,因为他以狂乱的心思将赫克托耳留在弯曲的战船旁而未予释放。
§24.137ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.
现在,快去释放他吧,并接受那死者的赎金。
ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, §24.140εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.
让那带去赎金的人,将死者带回吧,如果奥林匹斯神自己真的一心如此命令的话。
§24.141ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς §24.142πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.
”就这样,在聚集的战船旁,母亲与儿子互相对答了许多长了翅膀的话语。
§24.143Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν· §24.144βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο §24.145ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω §24.146λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, §24.147δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
而克罗诺斯之子则派遣伊里斯去往神圣的伊利翁:“走吧,捷足的伊里斯,离开奥林匹斯的宝座,去往伊利翁城内,向宽宏大度的普里阿摩斯传达:前去阿开亚人的船旁,赎回亲爱的儿子,并给阿基琉斯带去礼物,好抚平他的怒火。
§24.148οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
让他独自前往,不要让任何其他特洛伊人与他同行。
§24.149κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι §24.150ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις §24.151νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
让一位年长的传令官随行,由他驾驭骡子和那车轮精良的载重车,并把那被高贵的阿基琉斯所杀的死者,重新运回城里。
§24.152μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·
不要让死神萦绕在他的心头,也不要让他有任何惧怕。
因为我们将给他派去这样一位向导,即阿耳革伊丰忒斯,他会一路护送,直到将他带到阿基琉斯身边。
§24.155αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, §24.156οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· §24.157οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, §24.158ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
一旦他被领入阿基琉斯的营帐,阿基琉斯本人不仅不会杀他,还会阻拦所有其他人(不使伤害他);因为他既不是愚蠢无知之辈,也不是行事鲁莽之人,更非罪大恶极者,相反,他会十分温和地宽宥前来祈求庇护的人。
§24.159ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
”他这样说,风暴般快捷的伊里斯便起程传达口信。
§24.160ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.
她来到了普里阿摩斯的府邸,见到了满屋的哭号和悲恸。
§24.161παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς §24.162δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς §24.163ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ §24.164κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος §24.165τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.
儿子们围坐在庭院内父亲的身旁,用眼泪浸湿了衣裳;而那位老人在他们中间,紧紧裹在斗篷里,蜷缩着身体;在老人的头上和脖颈上,积满了许多尘土,那是他在地上打滚时,用自己的双手抓起蒙在身上的。
§24.166θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο §24.167τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ §24.168χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
女儿和儿媳们也在宅邸里痛哭流涕,想念起那些为数众多且英勇无畏的男子,他们已经在阿耳戈斯人的手下丧生,横尸沙场。
§24.169στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα §24.170τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·
宙斯的使者站在普里阿摩斯身旁,向他开口,低声细语;老人四肢颤抖起来。
§24.171θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει· §24.172οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω §24.173ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, §24.174ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
“达耳达诺斯之子普里阿摩斯啊,你要在心中坚强起来,不要害怕;因为我来这里,绝不是要向你预示灾祸,而是怀着好意;我是宙斯派来见你的使者,他虽远离你,却极深地挂念你,怜悯你。
奥林匹斯神命令你赎回高贵的赫克托耳,并给阿基琉斯带去礼物,好抚平他的怒火。
§24.177οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
你独自前往,不要让任何其他特洛伊人与你同行。
§24.178κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι §24.179ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις §24.180νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
让一位年长的传令官随行,由他驾驭骡子和那车轮精良的载重车,并把那被高贵的阿基琉斯所杀的死者,重新运回城里。
§24.181μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·
不要让死神萦绕在你的心头,也不要让你有任何惧怕。
因为将有这样一位向导与你同行,即阿耳革伊丰忒斯,他会一路护送,直到把你带到阿基琉斯身边。
§24.184αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, §24.185οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· §24.186οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, §24.187ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
一旦他把你领入阿基琉斯的营帐,阿基琉斯本人不仅不会杀你,还会阻拦所有其他人(不使伤害你);因为他既不是愚蠢无知之辈,也不是行事鲁莽之人,更非罪大恶极者,相反,他会十分温和地宽宥前来祈求庇护的人。
§24.188ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
”说罢,捷足的伊里斯便离去了。
§24.189αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην §24.190ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.
于是他命令儿子们准备好骡子拉的车轮精良的载重车,并在车上系好一个柳条箱。
§24.191αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα §24.192κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· §24.193ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· §24.194δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε §24.195λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, §24.196δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.
他自己则下到那间芬芳的寝室,那是用雪松木造的高顶居室,里面藏有许多奇珍异宝;他唤来妻子赫卡贝,对她说:“贤妻啊,有一位奥林匹斯的使者奉宙斯之命来到我这里,要我前去阿开亚人的船旁,赎回亲爱的儿子,并给阿基琉斯带去礼物,好抚平他的怒火。
§24.197ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;
现在,快告诉我,你心里是怎么想的?
§24.198αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε §24.199κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.
因为我自己的心和斗志正强烈地驱使着我,前往那里,去往阿开亚人辽阔营帐的战船旁。
§24.200ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·
”他这样说,他的妻子便放声大哭,并用言语回答道: