§24.135ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
「神々が(憤っており)、不滅の神々の誰よりも(彼自身が)激怒していると。
§24.136Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.
なぜなら、狂った心でお前が反りかえった船の傍らにヘクトルを留め置き、解放しなかったからだと。
§24.137ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.
だが、さあ、彼を解放し、死体の身代金を受け取りなさい。
§24.138τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
」これに対して、足の速きアキレウスが答えて語りかけた。
§24.139τῇδʼ εἴη·
「そうであらんことを。
ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, §24.140εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.
身代金を持参する者が死体を引き取って行くがよい、もし真に、オリンポスの神御自ら、心からそうお命じになるのであれば。
§24.141ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς §24.142πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.
」このように彼ら、母と息子は、船の集まりの中で、互いに多くの翼ある言葉を交わした。
§24.143Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·
一方、クロノスの子はイリスを聖なるイリオンへと遣わした。
§24.144βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο §24.145ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω §24.146λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, §24.147δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
「いざ行け、速きイリスよ、オリュンポスの座を離れて、イリオンの中にいる気高いプリアモスに告げよ、アカイア人の船へと赴き、愛する息子を身請けするように、そしてアキレウスに、彼の心を和らげるような贈り物を届けるように。
§24.148οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
彼一人で行くように。 トロイア人の他の誰も一緒に行ってはならぬ。
§24.149κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι §24.150ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
ただ一人、年長の伝令がお前に付き従い、彼が操るがよい、ラバと、よく回る車輪の荷車を。
§24.151νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
そしてまた死体を町へと運んで帰るがよい。 気高きアキレウスが殺したその死体を。
§24.152μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·
死のことも、恐れも、彼の心に全く心労をかけぬように。
というのも、我々は彼に、そのような護衛としてアルゲイポンテスを授けるからだ、彼は、彼を伴ってアキレウスに近づけるまで、案内するであろう。
§24.155αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, §24.156οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·
そして彼をアキレウスの小屋の中へと連れて行ったなら、アキレウス自身も彼を殺しはせず、他のすべての人々を遠ざけて守るであろう。
§24.157οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, §24.158ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
なぜなら、彼は愚か者でも、無分別な者でも、罪深き者でもなく、むしろ懇切に、嘆願する男を容赦してくれるであろうから。
§24.159ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
」そう彼は語り、嵐の足を持つイリスが伝令のために立ち上がった。
§24.160ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.
彼女はプリアモスの館に至り、叫びと嘆きを見出した。
§24.161παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς §24.162δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς
息子たちは中庭の中で父親の周りに座り、涙で衣を濡らしていた。
§24.163ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος·
そしてその真ん中で老父は、マントにくるまって、その輪郭が浮き出るほど体を縮めていた。
ἀμφὶ δὲ πολλὴ §24.164κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος §24.165τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.
そして、多くの塵が、その老父の頭と首の周りに付着していた、彼が地面を転げ回りながら、自らの手でかき集めたものが。
§24.166θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο §24.167τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ §24.168χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
娘たちや息子の嫁たちは、館の中で泣き叫んでいた、あまたの、そして優れた男たちのことを思い出しながら、彼らはアルゴス人の手にかかって、命を失って横たわっていた。
ゼウスの使者はプリアモスの傍らに立ち、語りかけた、小さな声で。
τὸν δὲ τρόμος ἔλλαβε γυῖα·
プリアモスは手足に震えが走った。
§24.171θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·
「勇気を出しなさい、ダルダノスの子プリアモスよ、心において。 いささかも恐れるな。
なぜなら、私はお前に災いをもたらそうとしてここに来たのではなく、善きことを思って(来たのだ)。
Διὸς δέ τοι ἄγγελός εἰμι, §24.174ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
私はお前へのゼウスの使者なのだ、お前から遠く離れていても、お前を大いに心にかけ、憐れんでおられる。
オリンポスの神は、お前に気高きヘクトルを身請けするように命じられた、そしてアキレウスに、彼の心を和らげるような贈り物を届けるように。
§24.177οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
お前一人で行くように。 トロイア人の他の誰も一緒に行ってはならぬ。
§24.178κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι §24.179ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
年長の伝令がお前に付き従い、彼が操るがよい、ラバと、よく回る車輪の荷車を。
§24.180νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
そしてまた死体を町へと運んで帰るがよい。 気高きアキレウスが殺したその死体を。
§24.181μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·
死のことも、恐れも、お前の心に全く心労をかけぬように。
というのも、お前には、そのような護衛としてアルゲイポンテスが同行するからだ、彼は、お前を伴ってアキレウスに近づけるまで、案内するであろう。
§24.184αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, §24.185οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·
そしてお前をアキレウスの小屋の中へと連れて行ったなら、アキレウス自身もお前を殺しはせず、他のすべての人々を遠ざけて守るであろう。
§24.186οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, §24.187ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
なぜなら、彼は愚か者でも、無分別な者でも、罪深き者でもなく、むしろ懇切に、嘆願する男を容赦してくれるであろうから。
§24.188ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
」そう語ると、速き足のイリスは去って行った。
§24.189αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην §24.190ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.
一方、プリアモスは息子たちに、ラバが引く、よく回る車輪の荷車を調え、その上に柳籠を縛り付けるように命じた。
そして彼自身は、香高い寝室へと降りて行った、天井の高い杉造りの、多くの宝物が収められている場所に。
§24.193ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·
そして妻ヘカベを呼び出し、語りかけた。
§24.194δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε §24.195λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, §24.196δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.
「不思議な人よ、ゼウスからのオリンポスの使者が私のところにやって来たのだ、アカイア人の船へと赴き、愛する息子を身請けするように、そしてアキレウスに、彼の心を和らげるような贈り物を届けるように。
§24.197ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;
さあ、私にこれを言っておくれ、お前の心にはどう思われるか?
§24.198αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε §24.199κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.
なぜなら私自身、あそこのアカイア人の広き進営、船へと行くことを、熱意と心が激しく駆り立てているのだから。
§24.200ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·
」そう彼が語ると、妻は声を上げて泣き、言葉を返した。