§24.135ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν §24.136Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας. §24.137ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα. §24.138τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §24.139τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, §24.140εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει. §24.141ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς §24.142πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον. §24.143Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν· §24.144βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο §24.145ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω §24.146λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, §24.147δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ §24.148οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. §24.149κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι §24.150ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις §24.151νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. §24.152μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος· §24.153τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην, §24.154ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. §24.155αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, §24.156οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· §24.157οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, §24.158ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. §24.159ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. §24.160ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε. §24.161παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς §24.162δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς §24.163ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ §24.164κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος §24.165τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. §24.166θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο §24.167τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ §24.168χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. §24.169στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα §24.170τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· §24.171θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει· §24.172οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω §24.173ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, §24.174ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει. §24.175λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, §24.176δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ §24.177οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. §24.178κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι §24.179ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις §24.180νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. §24.181μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· §24.182τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης, §24.183ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. §24.184αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, §24.185οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· §24.186οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, §24.187ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. §24.188ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, §24.189αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην §24.190ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς. §24.191αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα §24.192κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· §24.193ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· §24.194δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε §24.195λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, §24.196δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ. §24.197ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; §24.198αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε §24.199κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. §24.200ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·
"immortals is enraged, because with mad mind keep Hector beside the curved ships and have not released him. come now, release him, and accept ransom for the dead." swift-footed Achilles answered her and said:"So let it be; let him who brings ransom carry away the dead, indeed with willing mind the Olympian himself commands it." they in the gathering of the ships, mother and son, many winged words to one another. the son of Cronos urged Iris to sacred Ilion:"Go, swift Iris, leaving the seat of Olympus, to great-hearted Priam within Ilion, ransom his beloved son, going to the ships of the Achaeans, to bring gifts to Achilles, such as may soften his heart. him go alone, nor let any other man of the Trojans go with him. some older herald follow him, who may guide mules and the well-wheeled wagon, and again back to the city the dead man whom noble Achilles slew. not death be in his mind, nor any fear; such a guide we will grant him, Argeiphontes, will lead him until he brings him near to Achilles. when he has led him inside the hut of Achilles, himself will not kill him, and will keep all others away; he is neither foolish, nor unseeing, nor sinful, very kindly will spare a suppliant man." he spoke, and storm-footed Iris arose to bear the message. came to Priam's, and found wailing and lamentation. sons sat around their father inside the courtyard, their garments with tears; and in their midst the old man closely wrapped in his cloak; and much was on the head and neck of the old man, he had gathered with his own hands as he rolled on the ground. his daughters and daughters-in-law wailed throughout the house, those who, many and noble, having lost their lives at the hands of the Argives. the messenger of Zeus stood beside Priam, and spoke to him, softly; and trembling seized his limbs."Take courage, Priam, son of Dardanus, in your heart, nor fear at all; indeed I do not come to you foreboding evil, with good intent; and I am a messenger to you from Zeus,, though far away, cares greatly for you and pities you. Olympian commands you to ransom noble Hector, to bring gifts to Achilles, such as may soften his heart. alone, nor let any other man of the Trojans go with you. some older herald follow you, who may guide mules and the well-wheeled wagon, and again back to the city the dead man whom noble Achilles slew. not death be in your mind, nor any fear; such a guide will follow you, Argeiphontes, will lead you until he brings you near to Achilles. when he has led you inside the hut of Achilles, himself will not kill you, and will keep all others away; he is neither foolish, nor unseeing, nor sinful, very kindly will spare a suppliant man." speaking, swift-footed Iris went away. he bade his sons make ready the well-wheeled mule-wagon, bind a wicker basket upon it. he himself went down into the fragrant chamber, of cedar, which held many treasures; he called his wife Hecuba and spoke to her:"Dear wife, an Olympian messenger has come to me from Zeus, ransom my beloved son, going to the ships of the Achaeans, to bring gifts to Achilles, such as may soften his heart. come, tell me this: what does it seem to you in your mind? terribly my own strength and heart urge me go thither, to the ships, into the broad camp of the Achaeans." he spoke, and his wife wailed and answered him with words: