Humanitext Reader

荷马 · 伊利亚特 §24.201-24.268

赫卡贝的劝阻与普里阿摩斯的行前准备

第 218 段,共 226 段 · 希腊语

内容简介

赫卡贝强烈试图阻拦普里阿摩斯独自前往阿基琉斯处,但普里阿摩斯坚称自己亲耳听到了女神的旨意并予以拒绝,随后准备了丰厚的赎金。接着,他严厉斥责了活着的无用儿子们,命令他们加紧准备出发。

§24.201ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ
“天哪,你的理智都到哪里去了?
§24.202ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;
它以前在异乡人中,以及在你统治的臣民中可是赫赫有名的。
§24.203πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος §24.204ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς §24.205υἱέας ἐξενάριξε·
你怎么敢独自一人去往阿开亚人的战船旁,走到那个夺走了你许多杰出儿子的男人的眼皮底下?
σιδήρειόν νύ τοι ἦτορ.
你真有一颗铁石心肠。
§24.206εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν §24.207ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει, §24.208οὐδέ τί σʼ αἰδέσεται.
如果那个残暴且毫无信义的家伙抓到了你,并亲眼看到了你,他绝不会怜悯你,也绝不会对你有丝毫的尊重。
νῦν δὲ κλαίωμεν ἄνευθεν §24.209ἥμενοι ἐν μεγάρῳ·
现在,让我们坐在这深宫里,远远地痛哭吧。
τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ §24.210γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, §24.211ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
而对他,在他出生的那一刻,强悍的命运女神就已经为他纺好了丝线,注定要让他在远离父母的地方,在残忍的暴虐者身旁,去喂饱那些疾驰的恶犬。
§24.212ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι §24.213ἐσθέμεναι προσφῦσα·
我真恨不得能紧紧咬住那人的肝脏,把它吃下去!
τότʼ ἄντιτα ἔργα γένοιτο
这样才能为我的儿子报仇雪恨。
§24.214παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, §24.215ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων §24.216ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.
因为我的儿子不是在懦弱中被杀害的,而是为了特洛伊的男子和胸口深凹的特洛伊妇女,挺身而立,既不曾想到恐惧,也不曾想到逃跑。
§24.217τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής· §24.218μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ §24.219ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.
”对此,神一般的白发老人普里阿摩斯回答她并说道:“不要阻拦一心想去的我,也不要在我的宫殿里成为不祥之鸟;你无法说服我。
§24.220εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν, §24.221ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες, §24.222ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
因为如果是地上的其他任何人命令我,无论是观察祭品的预言家还是祭司,我们都会认为那是谎言,并会更加远离。
§24.223νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, §24.224εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται.
但现在,因为我亲耳听到了女神的声音,并亲眼见到了她,我一定会去,这话绝不会落空。
εἰ δέ μοι αἶσα §24.225τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων §24.226βούλομαι·
如果我的命运就是死在那些身穿青铜铠甲的阿开亚人的战船旁,我甘愿如此。
αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς §24.227ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.
只要我能将儿子抱在怀中哭够了,就让阿基琉斯立刻将我杀死在当场。
§24.228ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·
”他说着,便打开了箱柜精美的盖子。
§24.229ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, §24.230δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, §24.231τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.
他从里面拿出了十二件极其精美的长袍,十二件单层斗篷,同样数量的毯子,同样数量的白色外套,在此之外还有同样数量的内衣。
§24.232χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, §24.233ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, §24.234ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες §24.235ἐξεσίην ἐλθόντι μέγα κτέρας·
他称量并带出了整整十塔兰同的黄金,以及两只闪亮的三脚鼎,四只大鼎,以及一只无比精美的杯子,那是色雷斯的男人们在他出使时赠予他的珍贵宝物。
οὐδέ νυ τοῦ περ §24.236φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ §24.237λύσασθαι φίλον υἱόν.
这位老人即便是在宫殿里也不愿吝惜此物,他内心极度渴望能赎回亲爱的儿子。
ὃ δὲ Τρῶας μὲν ἅπαντας §24.238αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων· §24.239ἔρρετε λωβητῆρες ἐλεγχέες·
他用严厉的言辞训斥并赶走了前廊里所有的特洛伊人:“滚开,你们这些可耻的无耻之徒!
οὔ νυ καὶ ὑμῖν §24.240οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;
难道你们家里就没有悲伤,非要跑到这里来折磨我吗?
§24.241ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε §24.242παῖδʼ ὀλέσαι τὸν ἄριστον;
难道你们以为克罗诺斯之子宙斯赐予我痛失最优秀儿子的痛苦,是一件微不足道的事吗?
ἀτὰρ γνώσεσθε καὶ ὔμμες·
你们自己很快也会明白。
§24.243ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε §24.244κείνου τεθνηῶτος ἐναιρέμεν.
因为如今他已死去,你们对阿开亚人来说将变得更容易被宰杀。
αὐτὰρ ἔγωγε §24.245πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε §24.246ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.
至于我,在我的双眼看到这座城市被彻底洗劫和毁灭之前,我宁愿先进入哈得斯的冥府。
§24.247ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω §24.248σπερχομένοιο γέροντος·
”他说着,便用手杖驱赶着那些人;他们在急不可待的老人面前往外走去。
ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα §24.249νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον §24.250Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην §24.251Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·
他也叱责自己的儿子们,非难着赫勒诺斯、帕里斯、高贵的神圣阿加同、帕蒙、安提丰诺斯、擅长战吼的波利忒斯、德伊福玻斯、希波托奥斯以及高贵的阿高奥斯。
§24.252ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε· §24.253σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες·
老人对这九个人叱责并命令道:“快给我动起来,你们这些无能又丢脸的逆子!
αἴθʼ ἅμα πάντες §24.254Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
但愿你们所有人在那些敏捷的战船旁,代替赫克托耳一同被杀!
§24.255ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους §24.256Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,
天哪,我是多么的不幸,因为我在辽阔的特洛伊生下了最优秀的儿子们,而如今我认为他们中一个也没有留下。
§24.257Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην §24.258Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει §24.259ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.
神一般的梅斯托耳、喜爱战车战斗的特罗伊洛斯,以及在众人中宛如神明的赫克托耳,他绝不像是一个凡俗男子的子嗣,而像是神明的子嗣。
§24.260τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται §24.261ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι §24.262ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
他们已被战神阿雷斯毁灭,而剩下来的全都是些败类,谎话连篇的骗子、舞者、只擅长歌舞集会之辈,以及在乡里中抢夺绵羊与山羊的盗贼。
§24.263οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, §24.264ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;
难道你们不打算立刻为我套好一辆货车,把这些东西全都放上去,以便我们能启程上路吗?
§24.265ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν §24.266ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην §24.267καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,
”他这样说,而他们因为害怕父亲的叱责,抬出了一辆由骡子拉的、车轮精美、漂亮而新造的载重车,并把柳条箱系在车上。
§24.268κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
他们也从挂钩上取下了拉车骡子用的轭,

词汇与语法注释

  1. §24.201ᾗς — 关系代名词 ᾗς(与格、复数、阴性)以 φρένες(理智、心灵)为先行词,在此作所有或手段与格。意为“你曾因之(ἔκλε᾽ = ἐκλέεο)闻名的理智”。
  2. §24.212τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι / ἐσθέμεναι προσφῦσα — 表示愿望的祈愿语气动词 ἔχοιμι 后接目的不定式 ἐσθέμεναι(用以吃下)。主格、阴性、单数的分词 προσφῦσα(紧紧咬住、依附)与主语赫卡贝(ἐγώ)一致,表现了对阿基琉斯极其强烈的复仇心。
  3. §24.227ἐπὴν γόου ἐξ ἔρον εἵην — 在由 ἐπήν 引导的时间从句中,使用了不定过去时祈愿语气动词 εἵην(源自 ἐξίημι,此处为第一人称单数或史诗祈愿语气),以呼应主句中表示愿望的祈愿语气 κατακτείνειεν。γόου 是与动词连用的分离属格或宾格性属格,意为“当我已经宣泄完(满足了)对哭泣的渴望时”。
  4. §24.254ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι — 使用 ὤφελον(此处为第二人称复数 ὠφέλετε)接完成时被动不定式 πεφάσθαι(源自 θείνω,“杀”)的句型,表示过去未能实现的愿望:“但愿你们已经在……被杀(然而实际上没有)”。
  5. §24.264ἵνα πρήσσωμεν ὁδοῖο — 动词 πρήσσω(前进、完成)与表示空间或路径的分词属格 ὁδοῖο 连用,意为“以便我们能启程上路”。

引用这一段

荷马, 伊利亚特 §24.201-24.268. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:24.201-24.268

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。