Humanitext Reader

荷马 · 伊利亚特 §23.72-23.141

帕特罗克洛斯亡灵的嘱托与火葬堆准备

第 203 段,共 226 段 · 希腊语

内容简介

帕特罗克洛斯的亡灵在阿基琉斯的梦中显现,恳求尽早安葬,并请求在阿基琉斯死后将两人的骨殖合葬于同一个金罐中。阿基琉斯试图拥抱挚友,亡灵却消逝无踪;次日清晨,阿开亚人从伊达山运来木材,开始为帕特罗克洛斯准备葬礼和火葬堆。

§23.72τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, §23.73οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, §23.74ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
那些逝者的幽灵,即魂魄们,将我拒之门外,亦不许我在河的那边与他们相聚,我只能这样在广门哈得斯的府邸间徒然游荡。
§23.75καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις §23.76νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
请把你的手给我,我向你哀求;因为我再也不会从哈得斯处归来,一旦你们让我分得火葬的份额。
§23.77οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων §23.78βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ §23.79ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ· §23.80καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, §23.81τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
因为我们再也不能像生前那样,远离亲爱的同伴,坐在一起共商大计;然而,那可憎的命运已对我张开了大口,这命运正是在我出生时便已注定的;而对于你,神一般的大英雄阿基琉斯,这也是你的命运,在富庶的特洛伊人的城墙下丧生。
§23.82ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι· §23.83μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ, §23.84ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν, §23.85εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος §23.86ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς, §23.87ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος §23.88νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς· §23.89ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς §23.90ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν· §23.91ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι §23.92χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
我还要告诉你另一件事,并向你托付,望你听从:阿基琉斯啊,不要把我的骨殖与你的分开安放,而是要放在一起,正如我们在你们的府邸中一同长大,那时我尚年幼,美诺伊提奥斯因一桩惨痛的命案把我从奥波伊斯带到你们的家,就在那一天,我杀死了安菲达马斯之子,因年幼无知而非本意,为了骰子而发怒;在那里,骑士佩琉斯在府中收留了我,并悉心抚养我,指派我做你的侍从;同样,愿一个共同的骨灰罐将我们两人的骨殖一同合裹,即你的尊贵母亲赠予你的那只双耳金罐。
§23.93τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §23.94τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας §23.95καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι;
” 足步捷健的阿基琉斯回答他说道: “为什么,我亲爱的兄长,你来到了这里,并向我叮嘱这一件件事?
αὐτὰρ ἐγώ τοι §23.96πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
而我必将为你圆满实现一切,并依从你的嘱咐。
§23.97ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε §23.98ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
但请走近我一些;即便只有片刻,让我们互相拥抱,共同满足于这悲伤的哀哭吧。
§23.99ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν §23.100οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς §23.101ᾤχετο τετριγυῖα·
” 他这样说着,便伸出亲切的双手去搂抱,却一无所获;那魂灵如一缕青烟般,发出唧唧之声往地底下逝去。
ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς §23.102χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
阿基琉斯惊愕地跃起,双手合拍,说出哀恸的话语: “哎呀,天哪!
§23.103ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι §23.104ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν· §23.105παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο §23.106ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, §23.107καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.
原来在哈得斯的府邸里,也确实存在某种魂灵和幻影,只是里面全无神智;因为整整一夜,那不幸的帕特罗克洛斯的魂灵一直站在我的头上方,哀哭流泪,向我嘱托着一桩桩事,它看起来神异地就像他自己。
§23.108ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο· §23.109μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς §23.110ἀμφὶ νέκυν ἐλεεινόν.
” 他这样说,在他们众人心中激起了哀悼的渴望;当他们痛哭时,玫瑰色手指的黎明女神显现了,照在可怜的尸体周围。
ἀτὰρ κρείων Ἀγαμέμνων §23.111οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην §23.112πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει §23.113Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
而君王阿伽门农派出骡子和兵士,从各处的营帐去运送木材;而一位勇猛的战士在旁监督,即热爱人民的伊多墨纽斯的侍从梅里奥内斯。
§23.114οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες §23.115σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.
他们前去,手中拿着伐木用的斧头和编织精良的绳索;骡子则走在他们的最前面。
§23.116πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον· §23.117ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, §23.118αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ §23.119τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι §23.120πῖπτον·
他们走过了许多上坡、下坡、平地和曲折崎岖的道路;而当他们来到多泉的伊达山的山麓时,他们随即用锋利的青铜利刃,急切地砍伐高耸的橡树;那些树木发出震耳的轰鸣倒了下来。
τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ §23.121ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο §23.122ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
随后,阿开亚人将它们劈开,并捆绑在骡子身上;骡子用脚掌刨着地面,渴望奔向平原,穿过茂密的灌木丛。
§23.123πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει §23.124Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
所有的伐木工都搬运着原木;因为那正是热爱人民的伊多墨纽斯的侍从梅里奥内斯所命令的。
§23.125κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς §23.126φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
他们将原木在海岸上一字排开堆放下来,在那里,阿基琉斯曾为帕特罗克洛斯和他自己筹划了一座宏大的陵冢。
§23.127αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην §23.128ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες.
当他们在各处堆齐了无数的木材后,他们便聚在一起,留在原地坐了下来。
αὐτὰρ Ἀχιλλεὺς §23.129αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε §23.130χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον §23.131ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, §23.132ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, §23.133πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν §23.134μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
而阿基琉斯随即命令好战的米尔弥冬人披挂青铜盔甲,并将各自的马匹套在战车上;他们起立,穿上盔甲,战士和御者们纷纷登上了战车,走在前面的是骑战车者,随后跟着一片如云的步兵,数以万计;而在队伍中央,同伴们抬着帕特罗克洛斯。
§23.135θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον §23.136κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς §23.137ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.
他们把剪下的头发纷纷抛撒在尸体上,将全身遮盖;而在后面,高贵的阿基琉斯扶着死者的头部,悲痛万分;因为他正送走自己无瑕的同伴前往哈得斯的府邸。
§23.138οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς §23.139κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
当他们到达阿基琉斯为他们指明的地方时,他们将他放下,并迅速为他堆起充足的木材。
§23.140ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· §23.141στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
这时,足步捷健的高贵阿基琉斯又想到了另一件事:他站在火葬堆旁,剪下了自己金色的发丝,

词汇与语法注释

  1. §23.76ἐπήν με πυρὸς λελάχητε — 虚拟语气 `λελάχητε` 是动词 `λαγχάνω` 的重叠不定过去时(具使役意义“使分得”),支配属格 `πυρός` 和宾格 `με`。在此意为“一旦你们让我分得火葬的份额”。
  2. §23.83τιθήμεναι — 这是一个埃奥利斯-荷马式的不定过去时不定式,在此用作命令式(命令不定式),表达请求(“不要安放”)。
  3. §23.91ἀμφικαλύπτοι — 表达愿望的现在时祈愿语气(“愿它合裹”),主句中表示期望,随后由关系从句 `τόν τοι πόρε` 进行修饰。
  4. §23.104ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν — `ἔνι` 代替了 `ἔνεστι`(在……之中)。`φρένες` 在此处指“神智、意识”,强调阴间的幽灵完全没有活性的思想。
  5. §23.121δατεῦντο — 动词 `δατέομαι`(分割、分配)的未完成过去时,在此处比喻性地指骡子奔跑时用蹄子“践踏、丈量”土地。

引用这一段

荷马, 伊利亚特 §23.72-23.141. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.72-23.141

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。