§23.142τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν· §23.143ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον· §23.144Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς §23.145κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν §23.146σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην, §23.147πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν §23.148ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
那是为了斯佩耳刻伊奥斯河神,他曾让它丰美地生长;他悲叹着,望着酒绿色的海水说道: “斯佩耳刻伊奥斯啊,我的父亲佩琉斯曾徒然向你许愿,只要我能回到我那可亲的祖国土地,我就为你剪去头发,并献上神圣的百牛大祭,并在那里的泉源旁,在你那芬芳的祭坛和神域里,献祭五十只未被阉割的公羊。
§23.149ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
那老人曾如此许愿,你却没有成全他的心愿。
§23.150νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν §23.151Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.
而今,既然我已不能回到我那可亲的祖国土地,我愿把这头发托付给英雄帕特罗克洛斯带走。
” 他这样说着,把头发放在他亲爱的同伴手中,这在他们所有人心中激起了悲悼的渴望。
§23.154καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο §23.155εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς· §23.156Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν §23.157πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, §23.158νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι §23.159ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα §23.160κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.
若是他们继续痛哭,太阳的光芒或许就会在哭声中西沉,除非阿基琉斯立刻走到阿伽门农身旁对他说: “阿特柔斯之子啊,因为阿开亚众军最听从你的号令,悲悼确实也有足够饱餐的时候,但现在请让人们离开火葬堆,命令他们准备晚膳;而此间的事宜,将由我们这些与死者最亲近的人来操办;让首领们留下来陪伴我们。
§23.161αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, §23.162αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, §23.163κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην, §23.164ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, §23.165ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
” 人间之王阿伽门农听闻此言,随即将众人解散回各自匀称的船上,而主丧者们留在原地,堆积木材,筑起了一座宽长各百尺的火葬堆,他们满怀痛楚地将尸体安放在火葬堆的最顶端。
§23.166πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς §23.167πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων §23.168δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς §23.169ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.
许多肥壮的羊和步履蹒跚、角弯曲的牛在火葬堆前被宰杀剥皮;伟大的阿基琉斯取下所有的油脂,将尸体包裹起来,从头到脚,并将剥了皮的祭畜堆积在周围。
§23.170ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας §23.171πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους §23.172ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.
他在旁边放了盛着蜂蜜和油脂的双耳罐,使它们倾斜着靠在灵柩上;又把四匹长颈的骏马,伴着大声的哀号,急切地投入火葬堆。
§23.173ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, §23.174καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, §23.175δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς §23.176χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα· §23.177ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.
这位统帅身边有九只吃案桌残食的家犬,他将其中两只割断脖子,投入火葬堆中;他又用青铜武器杀死了十二名高贵的特洛伊俊杰;他在心中策划着残酷的事情;然后放纵狂暴如铁的烈火,使其开始吞噬。
§23.178ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· §23.179χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· §23.180πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, §23.181δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς §23.182τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι §23.183δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.
接着他大声痛哭,呼唤着他亲爱的同伴: “安息吧,我的帕特罗克洛斯,即使在哈得斯的府邸中;因为我先前许下的一切诺言,如今已为你全部兑现,十二名伟大的特洛伊人高贵的儿子,烈火正将他们与你一同吞噬;但普里阿摩斯之子赫克托尔,我绝不交托给烈火焚烧,而要喂食给狗群。
§23.184ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο, §23.185ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη §23.186ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ §23.187ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
” 他如此威胁道;但狗群并未能靠近赫克托尔,因为宙斯之女阿佛洛狄忒日夜护卫着他,赶走狗群,并用神圣的玫瑰香油涂抹尸体,使阿基琉斯在拖曳他时,不致撕裂他的肌肤。
§23.188τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων §23.189οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα §23.190ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο §23.191σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.
福玻斯·阿波罗也从空中引来一片浓黑的云彩笼罩平原,遮蔽了尸体停放的整片地方,免得太阳的烈焰过早地晒干他筋骨和四肢周围的皮肤。
§23.192οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος· §23.193ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· §23.194στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι §23.195Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· §23.196πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν §23.197ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, §23.198ὕλη τε σεύαιτο καήμεναι.
然而,逝去的帕特罗克洛斯的火葬堆却无法燃烧;这时,足步捷健的高贵阿基琉斯又想到了另一件事:他站在火葬堆旁,向两位风神祈祷,即玻瑞阿斯和泽费罗斯,并许下美好的祭品;他用金杯倒了许多奠酒,恳求他们到来,以便让烈火尽快焚烧尸体,让木材加速燃烧。
ὦκα δὲ Ἶρις §23.199ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.
而敏捷的伊里斯,听闻了他的祈祷,便作为使者前往风神之处。
§23.200οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον §23.201εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη §23.202βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι §23.203πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος· §23.204ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον· §23.205οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα §23.206Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας §23.207ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
当时风神们正聚集在狂风吹拂的泽费罗斯家中,欢宴聚餐;伊里斯奔跑着,站在石制的门槛上;当他们亲眼看见她时,全部跃起,每一个人都招呼她到自己身边;但她拒绝坐下,并开口说道: “我没有闲暇坐下;因为我要回到俄刻阿诺斯的水流,去往埃塞俄比亚人的土地,在那里他们正向不死的神明献祭百牛大祭,这样我也能分享那祭祀的筵席。
§23.208ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
但阿基琉斯正在祈求玻瑞阿斯和发出呼啸的泽费罗斯……”