Humanitext Reader

ホメロス · イリアス §23.72-23.141

パトロクロスの亡霊の懇願と火葬の準備

203 / 226 箇所 · ギリシア語

要旨

パトロクロスの亡霊がアキレウスの夢に現れ、一刻も早い埋葬と、将来アキレウスが死んだ際に遺骨を一つの壺に納めることを懇願する。アキレウスは友を抱きしめようとするが亡霊は消え去り、翌朝、アカイア人たちはイダ山から木材を運んでパトロクロスの葬儀の準備を始める。

§23.72τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, §23.73οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
死者たちの幻影である魂たちが私を遠ざけ、川の向こうで交わることをまだ私に許さない。
§23.74ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
ただ私は広い門を持つハデスの館のあたりをさまよっている。
§23.75καί μοι δὸς τὴν χεῖρʼ·
そして、私に手を差し伸べてくれ。
ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις §23.76νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
私は嘆いているのだ、二度とハデスから戻ることはないのだから、あなたがたが私を火葬にしてくれたなら。
§23.77οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων §23.78βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ
というのも、私たちは生きていた時のように、愛する同志たちから離れて座って相談を交わすことはないのだから。
§23.79ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
むしろ、私には死の運命が大口を開けて迫ったのだ、私が生まれたまさにその時に定まっていた運命が。
§23.80καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, §23.81τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
そして、神に等しいアキレウスよ、あなた自身にも運命づけられている、富めるトロイア人の城壁の下で命を落とすことが。
§23.82ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·
もう一つ、あなたに語り、頼みごとをしよう、もし聞き入れてくれるなら。
§23.83μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,
アキレウスよ、私の骨をあなたの骨から離して置かないでほしい。
§23.84ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
むしろ、私たちがあなたの家で一緒に育ったように、ともにしてほしい。
§23.85εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος §23.86ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς, §23.87ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος §23.88νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·
かつて私が幼かった頃、メノイティオスがオポエイスから悲しい殺人事件のために、あなた方の家へと連れて行ったとき、私が幼さゆえに、本意ではなく、サイコロ遊びをめぐって怒り、アンフィダマスの息子を殺してしまった、あの日に。
§23.89ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς §23.90ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·
そこで、馬を駆るペレウスは私を館に受け入れ、手厚く育て、あなたのお供として定めてくれたのだ。
§23.91ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι §23.92χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
そのように、私たちの骨を一つの同じ骨壺が包むようにしてほしい、あなたの尊い母上があなたに贈られた、あの金の両手付きの壺が。
§23.93τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
」これに答えて、俊足のアキレウスが語りかけた。
§23.94τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας §23.95καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι;
「なぜ、我が愛する友よ、ここへやって来て、私にこれら一つ一つを命じるのか。
αὐτὰρ ἐγώ τοι §23.96πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
私はあなたのために、すべてを余すところなく果たし、あなたの命じる通りに従おう。
§23.97ἀλλά μοι ἆσσον στῆθι·
だが、もっと私の近くに立ってくれ。
μίνυνθά περ ἀμφιβαλόντε §23.98ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
ほんのしばらくの間でも、互いに抱き合って、悲痛な哀悼をともに遂げようではないか。
§23.99ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν §23.100οὐδʼ ἔλαβε·
」彼はこう語ると、愛する両手を伸ばしたが、捕らえることはできなかった。
ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς §23.101ᾤχετο τετριγυῖα·
魂は煙のように地の下へと、かすかな鳴き声を残して去っていった。
ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς §23.102χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
アキレウスは驚いて跳び起き、手を打ち鳴らし、悲痛な言葉を口にした。
§23.103ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι §23.104ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
「おお、なんということだ! ハデスの館にも確かに、魂や幻影はあるのだ。 だが、生気はまったく宿っていない。
§23.105παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο §23.106ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, §23.107καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.
というのも、夜通し哀れなパトロクロスの魂が私の頭上に立ち、嘆き悲しみ、涙を流しながら、私に一つ一つを命じていた。 それは驚くほど彼自身にそっくりだった。
§23.108ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·
」彼はそう語り、彼ら一同の間に哀悼の情を呼び起こした。
§23.109μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς §23.110ἀμφὶ νέκυν ἐλεεινόν.
彼らが涙を流している間に、薔薇の指を持つ暁の女神が現れた、哀れな死体の周りに。
ἀτὰρ κρείων Ἀγαμέμνων §23.111οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην §23.112πάντοθεν ἐκ κλισιῶν·
一方、支配者アガメムノンは、木材を運ぶために、天幕から至る所へと騾馬と男たちを送り出した。
ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει §23.113Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
その先頭には立派な男、人々を愛するイドメネウスの侍従、メリオネスが立っていた。
§23.114οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες §23.115σειράς τʼ εὐπλέκτους·
彼らは手木こり用の斧を手に持ち、よく編まれた綱を携えて進んだ。
πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.
彼らの前を騾馬たちが歩んでいった。
§23.116πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·
彼らは上り坂、下り坂、平坦な道、そして斜めの道を多く越えて進んだ。
§23.117ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, §23.118αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ §23.119τάμνον ἐπειγόμενοι·
だが、泉の多いイダ山の山裾に到着すると、すぐさま彼らは、鋭い青銅 of 刃で、梢の高い樫の木々を急いで切り倒した。
ταὶ δὲ μεγάλα κτυπέουσαι §23.120πῖπτον·
木々は激しい音を立てて倒れた。
τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ §23.121ἔκδεον ἡμιόνων·
その後、アカイア人たちはそれらを切り分け、騾馬に縛りつけた。
ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο §23.122ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
騾馬たちは、鬱蒼とした藪を抜けて平野へ出ることを熱望しながら、足で大地を踏みしめて進んだ。
§23.123πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον·
伐木手たちも皆、丸太を運んだ。
ὡς γὰρ ἀνώγει §23.124Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
というのも、メリオネスが人々を愛するイドメネウスの侍従、メリオネスが命じたからである。
§23.125κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς
そして彼らは岸辺に一列にそれらを降ろした。
§23.126φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
そこは、アキレウスがパトロクロスと彼自身のために大きな墳墓を築こうと考えていた場所であった。
§23.127αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην §23.128ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες.
彼らが無数の木材をいたる所に積み下ろすと、そこに集まって、留まりながら座り込んだ。
αὐτὰρ Ἀχιλλεὺς §23.129αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε §23.130χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον §23.131ἵππους·
一方アキレウスは、すぐさま戦いを好むミルミドン人たちに命じて、青銅の武具を身につけ、各自が戦車に馬を繋ぐように言った。
οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, §23.132ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
彼らは立ち上がり、武具を身にまとい、戦闘員と御者たちが戦車へと乗り込んだ。
§23.133πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν §23.134μυρίοι·
先頭を行くのは騎馬 of 者たち、その後ろに歩兵の群れが、数えきれないほど従った。
ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
その中央で、同志たちがパトロクロスを運んでいった。
§23.135θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον §23.136κειρόμενοι·
彼らは自ら切り落とした髪を死体の上に載せ、その全身を髪で覆い尽くした。
ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς §23.137ἀχνύμενος·
後ろからは高貴なアキレウスが深く悲しみながら頭を支えた。
ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.
非の打ち所のない同志をハデスへと送り出していたからである。
§23.138οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς §23.139κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
アキレウスが彼らに指示した場所に到着すると、彼らは彼を降ろし、すぐに彼の前に十分な量の木材を積み上げた。
§23.140ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
そこで、俊足にして高貴なアキレウスは、また別のことを考えた。
§23.141στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
彼は薪の山から離れた場所に立ち、その金色の髪を切り落とした。

語釈・文法注

  1. §23.76ἐπήν με πυρὸς λελάχητε — 接続法 `λελάχητε` は動詞 `λαγχάνω` の畳語アオリスト(使役的意味「分かち持たせる」)で、属格 `πυρός` と対格 `με` を取る。ここでは「私を火葬に付す(火の取り分を私に与える)」ことを意味する。
  2. §23.83τιθήμεναι — エーオリア・ホメロス形のアオリスト不定詞で、ここでは命令形(「置かないでくれ」)の代わりとして使われている(命令的不定詞)。
  3. §23.91ἀμφικαλύπτοι — 願望を表す希求法現在(「包むように」)。主文で願望が示され、続く `τόν τοι πόρε` が関係節となって修飾する。
  4. §23.104ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν — `ἔνι` は `ἔνεστι`(その中に存在する)の意味。`φρένες` は冥界の亡霊には「意識や神智、生気」が全く備わっていないことを表している。
  5. §23.121δατεῦντο — `δατεῦντο` は `δατέομαι`(分割する、切り裂く)の未完了過去で、ここでは「騾馬たちがその歩みで(大地を切り裂くように)進んだ」または「大地を測るように進んだ」という意味。

この箇所を引用する

ホメロス, イリアス §23.72-23.141. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.72-23.141

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。