§23.72τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, §23.73οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, §23.74ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
The spirits, the phantoms of the dead, keep me far away, nor do they yet suffer me to join them beyond the river, but I wander vainly through the wide-gated house of Hades.
§23.75καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις §23.76νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
And give me your hand, I pitifully entreat; for never again shall I return from Hades, once you have given me my share of fire.
§23.77οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων §23.78βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ §23.79ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
For never more shall we sit apart from our dear comrades, taking counsel together; but for me, the hateful fate has yawned for me, which was appointed to me even at my birth.
And for you too, Achilles like to the gods, it is your doom to perish beneath the wall of the wealthy Trojans.
§23.82ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι· §23.83μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ, §23.84ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν, §23.85εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος §23.86ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς, §23.87ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος §23.88νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·
And another thing I will tell you and charge you, if you will obey: lay not my bones apart from yours, Achilles, but let them lie together, even as we were reared in your house, when Menoetius brought me, while yet a little one, from Opoeis to your home, because of a grievous manslaughter, on the day when I slew the son of Amphidamas in my folly, not willing it, in wrath over the dice.
§23.89ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς §23.90ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν· §23.91ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι §23.92χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ. §23.93τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §23.94τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας §23.95καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι;
Then the horseman Peleus received me in his house, and reared me kindly and named me your squire; even so let one vessel enfold the bones of us both, the golden urn that your lady mother gave you." Then made answer to him Achilles, swift of foot: "Why, my beloved brother, have you come here, and charge me with each of these things?
αὐτὰρ ἐγώ τοι §23.96πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
I will indeed fulfill all for you, and obey even as you command.
§23.97ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε §23.98ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο. §23.99ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν §23.100οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς §23.101ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς §23.102χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν· §23.103ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι §23.104ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν· §23.105παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο §23.106ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, §23.107καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ. §23.108ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο· §23.109μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς §23.110ἀμφὶ νέκυν ἐλεεινόν.
But stand closer to me; though it be but for a little space let us clasp each other and have our fill of grievous wailing." So saying, he reached out with his hands, but clasped him not; and the spirit like a vapor was gone beneath the earth, squeaking; and Achilles sprang up in amaze and beat his hands together, and spoke a word of wailing: "Ah, look you, there is indeed even in the house of Hades a spirit and a phantom, but there is no mind in it at all; for all night long the spirit of unhappy Patroclus has stood over me, wailing and mourning, and charged me with each thing, and was wondrously like his own self." So he spoke, and in them all aroused desire for lamentation; and rosy-fingered Dawn appeared to them as they made lament about the piteous corpse.
ἀτὰρ κρείων Ἀγαμέμνων §23.111οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην §23.112πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει §23.113Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
But the lord Agamemnon sent forth mules and men from the huts on every side to fetch wood; and a valiant man was set over them, Meriones, the squire of kindly Idomeneus.
§23.114οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες §23.115σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.
So they went holding in their hands axes for cutting wood and well-woven ropes; and before them went the mules.
§23.116πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον· §23.117ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, §23.118αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ §23.119τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι §23.120πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ §23.121ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο §23.122ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
And many an uphill and downhill, and side-hill and winding way they traversed; but when they came to the spurs of many-fountained Ida, straightway they began to fell tall-foliaged oaks with the long-edged bronze, hastefully; and the trees with a great crash fell; then the Achaeans split them asunder and bound them to the mules; and these tore up the earth with their feet, eager to reach the plain, through the thick brushwood.
§23.123πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει §23.124Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
And all the wood-cutters carried logs; for so bade Meriones, the squire of kindly Idomeneus.
§23.125κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς §23.126φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
And down they cast them on the shore, one after another, where Achilles designed a great barrow for Patroclus and for himself.
But when they had cast down on every side the boundless store of wood, they sat down there, keeping together in a body.
αὐτὰρ Ἀχιλλεὺς §23.129αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε §23.130χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον §23.131ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, §23.132ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, §23.133πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν §23.134μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
But Achilles straightway bade the war-loving Myrmidons gird on their bronze, and yoke each one his horses to the chariots; and they arose and harness themselves in their armor, and mounted their chariots, both warriors and charioteers; first went the horsemen, and after them followed a cloud of foot-soldiers, in their thousands; and in the midst his companions carried Patroclus.
§23.135θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον §23.136κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς §23.137ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.
And all the corpse they covered with the hair that they cut off and cast upon it; and behind them noble Achilles held the head, grieving; for he was sending his peerless comrade to the house of Hades.