Humanitext Reader

荷马 · 伊利亚特 §23.1-23.71

帕特罗克洛斯的悼念宴与亡灵的请求

第 202 段,共 226 段 · 希腊语

内容简介

阿基琉斯率领米尔弥冬人哀悼帕特罗克洛斯的遗体并举行葬礼宴会。随后,阿基琉斯在海滩上入睡,帕特罗克洛斯的亡灵出现,恳求其尽早安葬自己。

§23.1ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ §23.2ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο, §23.3οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
他们就这样在城里哀悼;而阿开亚人当他们到达船只和赫勒斯滂时,他们便各自散去,回到自己的船上。
§23.4Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς, §23.5ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα· §23.6Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι §23.7μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους, §23.8ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες §23.9Πάτροκλον κλαίωμεν·
但阿基琉斯不容许米尔弥冬人散去,而是向他那好战的同伴们说道: “驭马疾驰的米尔弥冬人啊,我忠诚的同伴们,我们且慢把单蹄的骏马从战车上解下,而是带着马匹和战车一同靠近,为帕特罗克洛斯哀哭;因为这是死者应得的礼遇。
ὃ γὰρ γέρας ἐστὶ θανόντων. §23.10αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο, §23.11ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.
而当我们充分满足了悲痛的哀悼之后,我们将解开马匹,在此处一同进晚餐。
§23.12ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.
” 他这样说,他们便齐声哀哭,阿基琉斯带头。
§23.13οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους §23.14μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
他们流着泪,赶着美鬃的骏马围绕尸体转了三圈;忒提斯在他们之中激起了哀哭的渴望。
§23.15δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν §23.16δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
沙土被泪水湿润,战士们的盔甲也被泪水打湿;因为他们是如此怀念这位驱散恐惧的指引者。
§23.17τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο §23.18χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου· §23.19χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· §23.20πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην §23.21Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι, §23.22δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν §23.23Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
佩琉斯之子在他们中带头大声哀哭,将他那杀人的双手放在同伴的胸前: “向你致敬,帕特罗克洛斯啊,即使在哈得斯的府邸中;因为我现在为你实现此前许下的一切诺言:将赫克托尔拖到这里,交给野狗生吞活剥,并在你的火葬堆前,因你被杀而愤怒,斩首十二名特洛伊人的高贵子嗣。
§23.24ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα §23.25πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας §23.26ἐν κονίῃς·
” 他说完,便对高贵的赫克托尔策划了屈辱的事,将他俯卧着拉直,放在美诺伊提奥斯之子床榻旁的尘土中。
οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος §23.27χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους, §23.28κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο §23.29μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
而他们各自脱下闪闪发光的青铜盔甲,解开高声嘶鸣的骏马,坐在足步健捷的埃阿科斯之子的船旁,人数众多;而他为他们摆设了适意的葬礼宴席。
§23.30πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ §23.31σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες· §23.32πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ §23.33εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο· §23.34πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
许多白色的公牛在铁刃旁被宰杀,许多绵羊和咩咩叫的牝山羊;许多白齿的肥猪,油脂丰富,被火燎着,拉直在赫淮斯托斯的火焰中;尸体周围,鲜血随处如杯舀般流淌。
§23.35αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα §23.36εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν §23.37σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
至于君王、足步健捷的佩琉斯之子,阿开亚人的众王将他领到高贵的阿伽门农那里,费力地劝服着因同伴而心中满腔怒火的他。
§23.38οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, §23.39αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν §23.40ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν §23.41Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
当他们走近并到达阿伽门农的营帐时,他们随即命令声音清脆的传令官们在火旁安置一尊大三脚鼎,希望能劝服佩琉斯之子洗去身上的血污。
§23.42αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν· §23.43οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, §23.44οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι §23.45πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι §23.46κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε §23.47ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
但他坚决拒绝,并发誓道: “不,凭着众神中最高且最尊贵的宙斯起誓,沐浴之水不可临近我的头部,除非我已将帕特罗克洛斯付诸火葬,筑起坟冢,并剃落我的头发;因为只要我还活在人世,便再也不会有第二次如此深重的悲痛触及我的心灵。
§23.48ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί· §23.49ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον §23.50ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς §23.51νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα, §23.52ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ §23.53θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.
但现在我们且依从这令人厌恶的宴席;到了清晨,人中之王阿伽门农啊,请下令运来木材,并准备好一切适宜之物,以便让死者带着它们前往昏暗的幽冥,好让不倦的烈火烧尽他,迅速地从我们眼前消逝,而民众得以回到他们的事务中。
§23.54ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
” 他这样说,他们便认真倾听并服从。
§23.55ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι §23.56δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
接着他们赶忙各自准备晚餐,尽情宴饮,他们的心中没有感到任何均等宴席的匮乏。
§23.57αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §23.58οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος, §23.59Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης §23.60κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν §23.61ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·
而当他们满足了对饮酒和进食的渴望后,他们便各自回到营帐去安睡,但佩琉斯之子在涛声轰鸣的海滩上,在众多的米尔弥冬人中沉重地叹息着躺下,在一片洁净之地,那里的波浪拍打着海岸。
§23.62εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ §23.63νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα §23.64Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν· §23.65ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο §23.66πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα §23.67καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο· §23.68στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· §23.69εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
当睡眠攫住了他,消散他心中的忧虑,甜美的梦乡笼罩了他;因为他那光辉的肢体极其疲惫,追赶赫克托尔,直抵那风声大作的伊利奥斯;此时,不幸的帕特罗克洛斯的亡灵来到他身旁,其身材和美丽的眼睛,在一切方面都与他极相似,乃至声音,他身上穿着同样的衣裳;亡灵站在他的头上方,对他开口说道: “你睡着了,阿基琉斯,却把我遗忘了。
§23.70οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος· §23.71θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
我活着时你未尝不关心我,死后却将我冷落;尽快安葬我吧,好让我穿过哈得斯的大门。 ”

词汇与语法注释

  1. §23.10τεταρπώμεσθα — 动词 τέρπω 的重叠第二不定过去时虚拟语气中动态第一人称复数形式。与 ἐπεί κε 连用,在时间状语从句中起到相当于将来完成时的作用,意为“当我们充分满足了(哀悼)之后(再进行主句的动作)”。
  2. §23.23σέθεν κταμένοιο — 由第二人称单数代词的史诗属格形式 σέθεν (等同于 σοῦ) 与 κτείνω 的非主题造不定过去时中动态分词 κταμένοιο (具有被动含义) 构成的属格独立结构。意为“因为你被杀”,作为紧随其后的分词 χολωθείς. (愤怒) 的原因。
  3. §23.40εἰ πεπίθοιεν — 连词 εἰ 后接 πείθω 的使役性重叠不定过去时主动祈愿语气第三人称复数形式 πεπίθοιεν。此处表示一种期望或尝试的心态,意为“寄希望于他们能够说服”或“为了试探是否能说服”。
  4. §23.66ἐϊκυῖα — 动词 ἔοικα (“相似”) 的完成时主动分词单数阴性主格形式,与前面的阴性名词 ψυχή (“亡灵”) 一致。其后的 μέγεθος (“身材”) 和 ὄμματα (“眼睛”) 为表示方面或范围的“关系宾格”,整句构造为“(亡灵)在身材和美丽的眼睛上与他极为相似”。

引用这一段

荷马, 伊利亚特 §23.1-23.71. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.1-23.71

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。