§23.555ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς §23.556χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος· §23.557καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· §23.558Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο §23.559Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.
他这样说,而捷足高贵的阿基琉斯微笑了,\n 为安提洛科斯感到高兴,因为他是他亲近的朋友;\n 他回答他,说出如翼的言语:\n “安提洛科斯,如果你真的要求我从家里拿出另一件东西\n 额外赐给埃乌梅洛斯,我也会为你办到。
§23.560δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων §23.561χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο §23.562ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.
\n 我将把他从阿斯泰罗派奥斯那里夺来的铜甲送给他,\n 其周围铸有闪亮锡液的\n 饰边;这对他来说将有极大的价值。
§23.563ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ §23.564οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν, §23.565Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.
”\n 他说罢,便吩咐他亲爱的同伴奥托墨冬\n 从帐篷里取来;奥托墨冬走去并拿了过来,\n 阿基琉斯把它放在埃乌梅洛斯的手中;后者高兴地接受了。
§23.566τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων §23.567Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ §23.568χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν §23.569Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς· §23.570Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.
\n 而在他们之中,梅涅劳斯也站立起来,心中怀着悲伤,\n 对安提洛科斯极其愤怒;此时一位传令官\n 将权杖交到他手中,并命令阿尔戈斯人\n 保持安静;随后这位神一般的人对众人开口道:\n “安提洛科斯,你向来是聪慧的,你做出了什么样的事!
§23.571ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους §23.572τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.
\n 你玷污了我的名望,阻碍了我的马匹,\n 把你那差得多的马抢先插在前面。
§23.573ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §23.574ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ, §23.575μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων· §23.576Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος §23.577οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν §23.578ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.
\n 但是来吧,阿尔戈斯人的领袖和首领们,\n 请在我们两人中间公平裁决,不要偏袒任何一方,\n 免得身披铜甲的阿开奥斯人中有人会这样说:\n ‘梅涅劳斯用谎言压服了安提洛科斯,\n 牵走了牝马,因为他的马差得多,\n 但他自己在名望和力量上都更胜一筹。
§23.579εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι §23.580ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.
’\n 来吧,我将亲自裁决,我相信达那奥斯人中\n 没有人会指责我;因为这一裁决将是公正的。
§23.581Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί, §23.582στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην §23.583χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, §23.584ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον §23.585ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.
\n 安提洛科斯,神圣的培育者,到这里来,依照合法的习俗,\n 站在马匹和战车的前面,手里拿着\n 你先前驾车时用的那根柔韧的鞭子,\n 触摸着马匹,向环绕大地、震动大地的神明起誓,\n 声明你绝非故意用诡计阻碍我的战车。
§23.586τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα· §23.587ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι §23.588σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.
”\n 对此,聪慧的安提洛科斯回答道:\n “请现在宽恕我;因为我比你\n 年轻得多,梅涅劳斯王,而你年长且更优秀。
§23.589οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι· §23.590κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.
\n 你知道年轻人的过错是怎样的;\n 他们的心更为急躁,他们的心思也较为浅薄。
\n 因此请你的心宽恕我;我赢来的那匹牝马,\n 我将亲自送给你。
εἰ καί νύ κεν οἴκοθεν ἄλλο §23.593μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι §23.594βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα §23.595ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
如果即便现在你从我家里要\n 其他更大的东西,我也愿意立刻交给你,\n 神圣的培育者啊,我不愿永远失去你对我的厚意,\n 并在神明面前成为罪人。
§23.596ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς §23.597ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς §23.598ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση §23.599ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι· §23.600ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
”\n 大度宽怀的内斯托尔之子说着,便牵着牝马,\n 放在梅涅劳斯的手中;而后者的心\n 释然了,就像庄稼生长时,露水降在\n 麦穗上,田野一片沙沙作响;\n 梅涅劳斯啊,你胸中的心也是这样释然了。
§23.601καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §23.602Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς §23.603χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων §23.604ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.
\n 他开口对他说出如翼的言语:\n “安提洛科斯,现在我虽然曾感到愤怒,\n 却也将亲自向你让步,因为你以前绝非\n 轻浮愚妄之人;但这次确实是年轻战胜了理智。
§23.605δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
\n 今后你要避免欺骗比你优秀的人。
§23.606οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.
\n 换作阿开奥斯人的其他男子,可不容易说服我。
§23.607ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας §23.608σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο· §23.609τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον §23.610δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε §23.611ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
\n 但因为你确实为我承受了许多,辛劳了许多,\n 还有你那高尚的父亲和兄弟也是如此;\n 因此我将听从你的请求,甚至连这匹牝马\n 也送给你,虽然她本是我的,好让在这里的这些人也知道,\n 我的心绝非傲慢无情之辈。
§23.612ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ §23.613ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.
”\n 他说着,把牝马交给了安提洛科斯的同伴诺埃蒙\n 去牵走;而他自己则接过了那口闪亮的大锅。
\n 梅里奥内斯则拿走了两塔兰同黄金,\n 作为第四名到达的人。
πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον, §23.616ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς §23.617Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς· §23.618τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω §23.619Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν §23.620ὄψῃ ἐν Ἀργείοισι·
而第五份奖品还剩着,\n 那是一个双耳的浅钵;阿基琉斯将它送给了内斯托尔,\n 捧着它穿过阿尔戈斯人的会场,走到他的身旁说道:\n “长者,现在请收下这个,让它成为你的珍宝,\n 作为对帕特罗克洛斯葬礼的纪念;因为你将不会再\n 在阿尔戈斯人中见到他。