Humanitext Reader

荷马 · 伊利亚特 §23.623-23.691

内斯托尔的回忆与拳击比赛的开始

第 211 段,共 226 段 · 希腊语

内容简介

内斯托尔感谢阿基琉斯的赠礼,并回忆起自己年轻时的辉煌战绩。随后,阿基琉斯设立了拳击比赛,身躯魁梧的埃佩奥斯与欧律阿洛斯挺身出来展开对决。

§23.623θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.
也不用再奔跑;因为如今沉重衰老正催逼着你。
§23.624ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων, §23.625καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §23.626ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·
” 他这样说着,把它放在他的手中;内斯托尔高兴地接受了,并对他开口说出如翼的言语: “是的,我的孩子,这一切你确实都说得合乎情理。
§23.627οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες §23.628ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.
因为我的四肢已不再坚实,我的朋友,我的双脚和双臂也不再能从两肩上轻快地向两边击出。
§23.629εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη §23.630ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ §23.631Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·
但愿我能像那时一样年轻,力量也一样充沛,就像以前埃佩奥斯人在布普拉西翁埋葬阿马伦克斯国王,而他的儿子们设立比赛奖品的时候。
§23.632ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν §23.633οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.
在那里没有一个男子是我的对手,不论是埃佩奥斯人,还是庇洛斯人自己,或是大度宽怀的埃托利亚人。
§23.634πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν, §23.635Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· §23.636Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, §23.637δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.
在拳击中我击败了埃诺普斯之子克吕托墨得斯,在摔跤中击败了站出来与我对抗的普琉戎人安开奥斯;在短跑中我超过了虽然优秀但不及我的伊菲克洛斯,在投枪中我超过了菲琉斯和波吕多罗斯。
§23.638οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε §23.639πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης, §23.640οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.
唯独在战车比赛中阿克托耳的儿子们超过了我,由于他们人数众多而抢先插在前面,嫉妒我的胜利,因为最大的奖品被留在了那里。
§23.641οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν, §23.642ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.
他们是双胞胎:其中一人稳健地驾车,稳健地驾着,而另一个人则用鞭子催赶着马匹。
§23.643ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων §23.644ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ §23.645πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.
当年我是如此;但现在应当由年轻人们去应对这样的事情;而我必须服从凄凉的衰老,虽然在那时我曾在英雄中出类拔萃。
§23.646ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.
但去吧,用比赛来祭奠你的同伴。
§23.647τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, §23.648ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, §23.649τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.
这件礼物我乐意接受,我的心也感到高兴,因为你始终记得我的情谊,你也没有忘记我在阿开奥斯人中理应享有的尊荣。
§23.650σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.
愿神明因这些事而赐予你相称的恩泽。
§23.651ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν §23.652ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.
” 他这样说,佩琉斯之子便穿过了阿开奥斯人的大群人,在他听完了内勒乌斯之子的全部赞词之后。
§23.653αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα· §23.654ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι §23.655ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι· §23.656τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
接着他设立了艰苦的拳击比赛奖品:他牵来一头吃苦耐劳的骡子,拴在会场中央,那是一头六岁未驯的骡子,最难驯服;而为失败者他设了一个双耳杯。
§23.657στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· §23.658Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ §23.659ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, §23.660πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν·
他直立着身子,对阿尔戈斯人说道: “阿特柔斯之子,以及其他护胫精美的阿开奥斯人,我们要求最优秀的两位男子站出来,高举双手进行拳击。
ᾧ δέ κʼ Ἀπόλλων §23.661δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, §23.662ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω· §23.663αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.
而阿波罗将赐予谁坚韧,且所有的阿开奥斯人都承认,就让他牵着这头耐劳的骡子回到他的帐篷;而失败者将带走双耳杯。
§23.664ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε §23.665εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, §23.666ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε· §23.667ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· §23.668ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν §23.669πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.
” 他这样说,随即站起来一个高大健壮的男子,精于拳击的帕诺佩乌斯之子埃佩奥斯,他抓住那头耐劳的骡子说道: “让带走双耳杯的人走近前来;但我宣称,阿开奥斯人的其他任何人都别想牵走这头骡子,只要在拳击中击败我,因为我自认是最优秀的。
§23.670ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι;
我在战场上稍有逊色难道还不够吗?
οὐδʼ ἄρα πως ἦν §23.671ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.
果然一个人不可能在所有的本领上都成为行家。
§23.672ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· §23.673ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.
因为我将这样说,并且它也必将实现:我将彻底撕裂他的皮肉,并击碎他的骨头。
§23.674κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων, §23.675οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
他的亲属们可以在这里聚集等候,以便在我手下被击败时将他抬出去。
§23.676ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
” 他这样说,众人便都鸦雀无声。
§23.677Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς §23.678Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος, §23.679ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο §23.680ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
只有神一般的男子欧律阿洛斯站起来与他对抗,他是塔拉俄斯之子梅基斯透斯国王的儿子,梅基斯透斯曾在俄狄浦斯倒下时前往底比斯参加葬礼;在那里他战胜了所有的卡德摩斯人。
§23.681τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο §23.682θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.
以枪术闻名的狄俄墨得斯在旁照料他,用言语鼓励他,热切地希望他获得胜利。
§23.683ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα §23.684δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
他首先把腰带扔给他,然后给了他用野牛皮切成的、修整良好的皮带。
§23.685τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, §23.686ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω §23.687σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
两人束好腰带,走到竞技场中央,双方用强壮的双手相对举起,同时扑向对方,沉重的双拳交织在一起。
§23.688δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς §23.689πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός, §23.690κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν §23.691ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
颌骨发出了可怕的咯咯声,汗水从身体各处流下;这时高贵的埃佩奥斯猛冲上去,击中了正在寻找空隙的欧律阿洛斯的脸颊;他无法再长久地站立,因为他的双腿在原地瘫软了下去。

词汇与语法注释

  1. 23.629εἴθʼ ὣς ἡβώοιμι — 语气词 `εἴθε` 与现在时欲求语气 `ἡβώοιμι` 结合,表示在现在无法实现的愿望(“但愿我能像那时一样年轻”)。
  2. 23.638οἴοισίν μʼ ἵπποισι — 与格 `ἵπποισι` 用作表示范围或限制的与格,意为“唯独在战车比赛中”(字面意为“仅用马匹”),内斯托尔才被超越。
  3. 23.643ἀντιοώντων — 这是动词 `ἀντιάω`(面对、参与)的第三人称复数现在时命令式(带有荷马式的元音展宽),表示劝告:“让年轻人们去应对这些差事吧”。
  4. 23.679δεδουπότος Οἰδιπόδαο — 由完成时分词属格 `δεδουπότος` 与名词属格 `Οἰδιπόδαο` 构成的属格绝对结构,意为“当俄狄浦斯倒下(死亡)时”。

引用这一段

荷马, 伊利亚特 §23.623-23.691. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.623-23.691

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。