§23.209ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, §23.210ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται §23.211Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.
祈求他们到来,并许下美好的祭品,为了让你们鼓动起火葬堆燃烧,其中正躺着全阿开亚人都为之哀悼的帕特罗克洛斯。
” 她这样说着便离去了,而风们则奔涌而出,伴着惊人的呼啸,驱散着前方的云彩。
§23.214αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα §23.215πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην, §23.216ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.
他们立刻来到海上吹拂,波涛随之汹涌,在那尖厉的劲风之下;他们来到了肥沃的特洛伊,扑向火葬堆,那神圣燃烧的大火发出轰鸣。
§23.217παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον §23.218φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς §23.219χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον §23.220οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν §23.221ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.
整夜里,他们一同拍击着火葬堆的火焰,尖厉地吹拂着;而俊足的阿基琉斯也通宵达旦,从黄金的混酒器中取出双耳大杯,舀起葡萄酒泼洒在地上,浸湿了土地,呼唤着不幸的帕特罗克洛斯的亡魂。
§23.222ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων §23.223νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, §23.224ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, §23.225ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.
如同父亲焚烧着儿子的遗骨、痛哭流涕,那是新婚的儿子,他的死让不幸的双亲悲痛万分,阿基琉斯也如此焚烧着同伴的遗骨、痛哭流涕,在火葬堆旁徘徊着,发出沉重的叹息。
§23.226ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, §23.227ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, §23.228τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
当启明星升起,向大地预告光明,随后藏红花衣裳的黎明漫过海面,这时火葬堆渐渐暗淡,火焰也平息下来。
§23.229οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι §23.230Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.
风们再次转身,踏上归途,穿过色雷斯的海面;而海水波涛汹涌,怒号不止。
§23.231Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς §23.232κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν· §23.233οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο· §23.234τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, §23.235ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· §23.236Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, §23.237πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ §23.238πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα §23.239ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν §23.240εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται· §23.241ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν §23.242ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.
佩琉斯之子则从火葬堆旁退到一旁,疲惫地躺下,甜美的睡眠顿时袭来;而聚集在阿特柔斯之子周围的人们蜂拥而至;他们走近时的喧嚷与足音惊醒了他,他坐起身来,对他们开口说道: “阿特柔斯之子啊,以及全阿开亚的其他杰出首领们,首先请用闪光的葡萄酒将火葬堆熄灭,熄灭烈火所及的全部地方;然后,让我们把墨诺提俄斯之子帕特罗克洛斯的遗骨收集起来,仔细辨认清楚;而它们也是极易辨认的;因为他躺在火葬堆的正中,而其他人则在边缘,在边缘处被混杂地烧毁,无论是战马还是兵士。
§23.243καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ §23.244θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.
我们要把这些遗骨放入金罐中,用双层油脂封存,一直保存到我自己也归隐于哈得斯深处。
§23.245τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, §23.246ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ §23.247εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο §23.248δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.
我不叫你们费力修筑一座极其宏大的坟冢,只要适度即可;此后,阿开亚人啊,你们要把它筑得宽阔而高大,也就是那些在我的多桨船上留存下来的后辈们。
§23.249ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.
” 他这样说,众人便听从了足步捷健的佩琉斯之子。
§23.250πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
首先,他们用闪光的葡萄酒熄灭了火葬堆,凡是火焰所及之处。
§23.251ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη· §23.252κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ §23.253ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, §23.254ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· §23.255τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο §23.256ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, §23.257χεύαντες δὲ τὸ σῆμα πάλιν κίον.
随之,厚厚的灰烬落了下来;他们流着泪,将温良同伴的白色遗骨收集进金罐和双层油脂中,安放在帐篷里,用一块柔软的细麻布盖好;他们划定坟冢的圆周,安放了地基,在火葬堆周围;随即他们泼洒下堆积的泥土,筑好坟冢后,众人便回去了。
αὐτὰρ Ἀχιλλεὺς §23.258αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, §23.259νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε §23.260ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα, §23.261ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.
而阿基琉斯将众人留在原地,让他们在宽广的竞技场坐下,并从船里取出奖品,有大釜、三脚锅,战马、骡子和壮硕的牛只,还有束着精美腰带的妇女们,以及灰白的生铁。
§23.262ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα §23.263θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν §23.264καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον §23.265τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν §23.266ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·
首先为捷足的骑士们,他设下了闪耀的奖品,一个供领走的妇人,无可挑剔且精于家政,以及一只有耳的三脚锅,容量为二十二量度,给第一名;而给第二名,他设了一匹牝马,六岁、尚未驯服、怀着骡仔的牝马。
§23.267αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα §23.268καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως· §23.269τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα, §23.270πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.
至于第三名,他设了一只未受火烧的大釜,精美、容量为四量度,依然洁白如初;给第四名,他设了两塔兰同黄金,给第五名,他设了一只未受火烧的双耳浅盘。
§23.271στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· §23.272Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ §23.273ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.
他挺起身体,对阿耳戈斯人开口说道: “阿特柔斯之子啊,以及其他胫甲精美的阿开亚人们,这些奖品正放在竞技场中,等待着骑士们来迎取。