Humanitext Reader

荷马 · 伊利亚特 §22.451-22.515

安德洛玛克目睹惨状昏厥与对赫克托尔的哀歌

第 201 段,共 226 段 · 希腊语

内容简介

安德洛玛克冲上城墙,目睹赫克托尔的遗体被阿基琉斯拖曳,随即昏厥。苏醒后,她哀悼丈夫的死和两人共同的悲惨命运,并痛惜他们年幼的孩子阿斯提阿纳克斯未来将面临的悲惨境遇。

§22.451αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ §22.452στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα §22.453πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
我听到了受人尊敬的婆婆的声音,在我自己的胸中,心跳到了嗓子眼,双膝在下方僵硬;普里阿摩司的孩子们定有灾祸临近。
§22.454αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος·
但愿这消息远离我的耳朵!
ἀλλὰ μάλʼ αἰνῶς §22.455δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς §22.456μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται, §22.457καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς §22.458ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν, §22.459ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
然而我极其恐怖地害怕高贵的阿基琉斯会把勇敢的赫克托尔独自一人从城里隔断,并驱赶到平原上,并且终结那控制着他的、令人痛苦的狂傲;因为他从不留在人群之中,而是远远地奔跑在前,在力量上绝不向任何人屈服。
§22.460ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση §22.461παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ
她这样说着,心跳剧烈,像狂女一样冲出大厅;侍女们也随她一同前行。
§22.462αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον §22.463ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν §22.464ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι §22.465ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
而当她来到城楼和人群聚集之处,她站在城墙上四下张望,便看见他在城前被拖曳;健步的骏马正无情地将他向着阿开亚人的空心船只拖去。
§22.466τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν, §22.467ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
黑暗的夜色遮蔽了她的双眼,她向后倒下,失去了知觉。
§22.468τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα, §22.469ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην §22.470κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη §22.471ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ §22.472ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
她从头上远远扔掉了那闪亮的头饰:前额带、发网、编织的束发带以及金色的阿佛洛狄忒赐予她的头纱,就在那一天,闪亮头盔的赫克托尔在赠送了无数聘礼后,将她从埃埃提翁的家中娶回。
§22.473ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν, §22.474αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
她的周围聚集着许多小姑和妯娌,她们在紧要关头扶住那因惊恐而近乎死去的她。
§22.475ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη §22.476ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν· §22.477Ἕκτορ ἐγὼ δύστηνος·
当她终于苏醒,神志重新回到胸中,她长叹着在特洛伊妇女中说道: “赫克托尔啊,不幸的我!
ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ §22.478ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα, §22.479αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
看来我们俩是在同一悲惨命运下诞生的,你是在特洛伊的普里阿摩司家中,而我是在森林茂密的普拉科斯山下的忒拜,在埃埃提翁的家中。
§22.480ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν §22.481δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
那不幸的父亲抚养了年幼的我—— 不幸的父亲生下不幸的我,但愿他从未生下我!
§22.482νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης §22.483ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις §22.484χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως, §22.485ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ §22.486ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
如今你前往了大地深处哈得斯的府邸,却留下我在痛苦的悲哀中,在厅堂里守寡;我们的孩子还只是一个婴孩,那是我们——不幸的你和我——所生下的孩子;赫克托尔啊,既然你已死去,你不能成为他的保护者,他也不能成为你的依靠。
§22.487ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν, §22.488αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω §22.489ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
因为即使他躲过了阿开亚人令人流泪的战争,未来等待着他的也总是劳苦和忧患;因为别人会夺走他的田地。
§22.490ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· §22.491πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί, §22.492δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους, §22.493ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος· §22.494τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε· §22.495χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
沦为孤儿的日子使孩子完全失去了同伴;他总是耷拉着头,双颊挂满泪水,匮乏中的孩子走向父亲的同伴们,拉拉这个人的斗篷,扯扯那个人的内衣;在怜悯他的人中,有人稍微递过一个小杯子:它只润湿了他的嘴唇,却没能润湿他的咽喉。
§22.496τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε §22.497χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων· §22.498ἔρρʼ οὕτως·
父母双全的孩子把他从宴席上轰走,动手打他,并用侮辱性的话语辱骂他: ‘滚开!
οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
你的父亲又不在我们中间一起宴饮。
§22.499δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην §22.500Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς §22.501μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν· §22.502αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων, §22.503εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης §22.504εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ· §22.505νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν §22.506Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν· §22.507οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
’ 于是,孩子流着泪回到守寡的母亲身边—— 那阿斯提阿纳克斯,他昔日在父亲的膝头上,只吃骨髓和肥美的羊脂;当睡意袭来、他玩耍累了的时候,便在保姆的怀抱里、在床榻上,在柔软的铺盖中入睡,心中满是欢乐;如今,失去了亲爱的父亲,他将遭受重重苦难—— 这阿斯提阿纳克斯,特洛伊人以此名号称呼他;因为只有你曾为他们守护城门和高耸的城墙。
§22.508νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων §22.509αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται §22.510γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται §22.511λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
如今在弯曲的船旁,远离双亲,在野狗吃饱之后,蠕动的蛆虫将吞噬你裸露的身体;然而,在大厅里还放着你的衣裳,那些由妇女们双手织成的、轻柔而优美的衣裳。
§22.512ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ §22.513οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, §22.514ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
然而,我定要把这一切付之一炬,用熊熊烈火烧掉,虽然这于你毫无用处,因为你不会穿上它们躺下,但在这特洛伊男女面前,将是你的荣耀。
§22.515ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
” 她哭着这样说,妇女们也随之哀哭。

词汇与语法注释

  1. 22.454αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος — 使用祈愿希求法(εἴη)的独立句。字面意思是“但愿这话语远离我的耳朵”,这是一个惯用表达,表示希望自己的担忧只是虚惊一场(并非真实的事实)。
  2. 22.455δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς — 表示恐惧的现在时动词 δείδω 在 μὴ 引导的从句中接现在时虚拟语气 δίηται(第456行)和不定过去时虚拟语气 καταπαύσῃ(第457行),构成了“极其害怕(μάλʼ αἰνῶς)……发生”的句式。
  3. 22.481ὡς μὴ ὤφελλε τεκέσθαι — 使用 ὤφελλε(ὀφείλω 的诗歌过去时形式)与不定式 τεκέσθαι 构成的表示过去未实现愿望的句式。主语是前一行提到的埃埃提翁(Ἠετίων),字面意思是“但愿他从未生下我”。
  4. 22.505νῦν δʼ ἂν πολλά πάθῃσι — 在独立句中,ἄν 与虚拟语气(πάθῃσι)连用,表示对未来强烈可能性或推测(“如今他必将遭受重重苦难”),这是荷马史诗希腊语中的特征用法。

引用这一段

荷马, 伊利亚特 §22.451-22.515. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.451-22.515

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。