Humanitext Reader

荷马 · 伊利亚特 §22.386-22.450

赫克托尔遗体被拖拽与特洛伊人的恸哭

第 200 段,共 226 段 · 希腊语

内容简介

阿基琉斯怀着对帕特罗克洛斯的哀悼,用战车拖拽赫克托尔的遗体加以羞辱。目睹此景的赫克托尔双亲及特洛伊百姓陷入巨大的悲痛之中,而其妻安德洛玛刻此时仍不知夫已死,正在府内等待其归来。

§22.386κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος §22.387Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε §22.388ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·
帕特罗克洛斯躺在船旁,是一具无人哭泣、无人安葬的尸体;我绝不会忘记他,只要我还留在活人中间,只要我亲爱的双膝还能移动。
§22.389εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο §22.390αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.
即使在哈得斯的阴府里,人们会忘记死者,但即使在那里,我也要记住我亲爱的伙伴。
§22.391νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν §22.392νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.
而现在,来吧,唱着凯歌,阿开亚的青年们,让我们回到空心的船旁,并把这人带走。
§22.393ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον, §22.394ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
我们赢得了巨大的光荣;我们杀死了高贵的赫克托尔,特洛伊人在城里像敬神一样向他祈祷。
§22.395ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
他说了,并对高贵的赫克托尔策划了残忍的行径。
§22.396ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε §22.397ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας, §22.398ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·
他穿透了双脚后部的肌腱,从脚跟到脚踝,并系上牛皮带,把它们绑在战车上,让他的头颅被拖拽。
§22.399ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας §22.400μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
随后,他登上战车,举起那光荣的铠甲,扬鞭催马,两匹马毫不情愿地疾驰飞奔。
§22.401τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται §22.402κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι §22.403κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι §22.404δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
在他被拖拽时,尘土飞扬,他黑色的头发散落开来,他那曾经如此美丽的头颅,如今全部躺在尘土中;因为那时宙斯准许他的敌人在他自己的祖国土地上羞辱他。
§22.405ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ §22.406τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην §22.407τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·
就这样,他的头颅全部蒙上了尘土;他的母亲撕扯着头发,将那光鲜的头纱远远地扔掉,看着她的儿子,大声地嚎哭。
§22.408ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ §22.409κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
他亲爱的父亲发出可怜的呻吟,周围的人们在城里陷入了嚎哭和哀悼。
§22.410τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα §22.411Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.
而那景象最为相似的,仿佛是整个高耸的伊利翁正被烈火从顶端烧毁。
§22.412λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα §22.413ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
人们几乎拉不住痛不欲生的老人,他急于从达耳达尼亚城门走出去。
§22.414πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον, §22.415ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον· §22.416σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ §22.417ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.
他在泥泞中打滚,哀求着所有人,指名道姓地呼唤着每一个人: “放开我,朋友们,让我独自走吧,尽管你们担心我,让我出城去,到阿开亚人的船旁去。
§22.418λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν, §22.419ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ §22.420γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται §22.421Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι §22.422Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.
让我去哀求这个狂妄、行径残暴的男人,或许他会尊重我的岁数,并怜悯我的暮年;因为他也同样有一个像我这样的父亲佩琉斯,是他生养了他,使他成为特洛伊人的灾难;但在所有人中,他给我带来的痛苦最深。
§22.423τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας· §22.424τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ §22.425ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, §22.426Ἕκτορος·
因为他杀死了我那么多正值盛年的儿子;然而对他们所有人,尽管我感到悲痛,我也没有那么哀伤,不像对这一个人,对他的剧痛会把我带进哈得斯的阴府,那就是赫克托尔。
ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι· §22.427τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε §22.428μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.
但愿他死在我的怀里;那么我们就能哭泣和哀悼得心满意足,无论是生他而遭不幸的母亲,还是我自己。
§22.429ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται· §22.430Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· §22.431τέκνον ἐγὼ δειλή·
” 他哭着这样说,市民们也随之哀哭;在特洛伊妇女中,赫卡贝领头进行密集的哀悼: “我的孩子,不幸的我啊!
τί νυ βείομαι αἰνὰ παθοῦσα §22.432σεῦ ἀποτεθνηῶτος;
在承受了这可怕的痛苦之后,我为什么还要活着,在你死去了之后?
ὅ μοι νύκτάς τε καὶ ἦμαρ §22.433εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ §22.434Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς §22.435δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα §22.436ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
你曾日日夜夜是我的骄傲,是城里所有特洛伊男女的福祉,他们像敬神一样迎接你;因为当你活着时,确实是他们极大的光荣;但现在,死亡和命运已经追上了你。
§22.437ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο §22.438Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν §22.439ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων, §22.440ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο §22.441δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.
” 她哭着这样说,但他的妻子此时还一无所知关于赫克托尔;因为没有一个真实的信使来告诉她,她的丈夫留在了城门外,而她正在她高大房屋的深处织着织物,一件双层的紫色斗篷,并在上面绣着各色花朵。
§22.442κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα §22.443ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο §22.444Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
她召唤屋里的美发女仆们在火上架起一个大三脚锅,以便赫克托尔从战场归来时有温水沐浴—— 愚蠢的人啊!
§22.445νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν §22.446χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
她不知道,在远离所有浴池的地方,闪亮眼睛的雅典娜已通过阿基琉斯之手将他征服。
§22.447κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου· §22.448τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
但她听到了来自城墙那边的哭嚎和呻吟,她的四肢颤抖,织梭从手中掉落在地上。
§22.449ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
她再次对她的美发女仆们说: “来,你们两个跟着我,让我去看看发生了什么事。
§22.450δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.

词汇与语法注释

  1. 22.389θανόντων — 属格 θανόντων 是动词 καταλήθοντʼ(即 καταλήθονται,中间态“忘记”)所支配的宾语。译为“即使人们忘记了死者”。虽然在语法上也可以将其视为属格绝对结构(“即使死者们忘记了”),但考虑到与下一句阿基琉斯誓言“自己绝不忘记朋友”的对比,将其作宾语理解更为自然。
  2. 22.410ὡς εἰ — 连接词短语 ὡς εἰ(“仿佛、好像”)与祈愿态动词 σμύχοιτο 连用,表示虚拟的比喻。它与主句中的无人称表达 τῷ δʼ ... ἔην ἐναλίγκιον(“那景象最相似于……”)相呼应。
  3. 22.425οὗ — 关系代名词 οὗ 的先行词是前一行的 ἑνός(“仅有的一人”)。而置于次行行首的 Ἕκτορος(“赫克托尔”)作为同格语具体化了该 ἑνός。这种跨行同格的排列增强了诗意效果和情感强调。
  4. 22.431βείομαι — 伴随疑问代词 τί(“如何”)的 βείομαι 是动词 βίομαι(“生存、生活”)的虚拟式(或将来时),在此起“我该如何活下去”的 deliberative subjunctive(思虑虚拟式)作用。

引用这一段

荷马, 伊利亚特 §22.386-22.450. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.386-22.450

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。