Humanitext Reader

荷马 · 伊利亚特 §22.323-22.385

赫克托尔之死与阿开亚人对其遗体的侮辱

第 199 段,共 226 段 · 希腊语

内容简介

阿基琉斯用长枪刺穿了赫克托尔裸露的喉咙,冷酷地拒绝了他归还遗体的哀求,并在他死后同聚集过来的阿开亚人一起对其遗体进行羞辱。

§22.323καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
那美丽的铠甲,正是他杀死力大无比的帕特罗克洛斯后剥去的遗物。
§22.324φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι §22.325λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
但他的锁骨从肩膀支撑着脖子的地方,即他的咽喉处,显露了出来,那里是生命最易被夺去的地方。
§22.326τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς, §22.327ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·
高贵的阿基琉斯便朝着那里,挺枪刺向猛扑过来的赫克托尔,枪尖径直穿透了那娇嫩的颈项。
§22.328οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, §22.329ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
然而,那沉重的青铜梣木枪并未切断他的气管,好让他还能用言语同他交谈并作答。
§22.330ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς· §22.331Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων §22.332σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα §22.333νήπιε·
赫克托尔倒在尘埃中,高贵的阿基琉斯得意洋洋地对他说: “赫克托尔,当你在剥取帕特罗克洛斯的铠甲时,想必以为自己能安然无事,根本不把远在后方的我放在眼里,你这蠢货!
τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων §22.334νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην, §22.335ὅς τοι γούνατʼ ἔλυσα·
在他远方,还有一位远为强大的复仇者,留在空心的船旁,那便是我,如今我已松弛了你的双膝。
σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ §22.336ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
狗群和鸷鸟将无情地拖曳撕咬,而阿开亚人会为他举行葬礼。
§22.337τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· §22.338λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων §22.339μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν, §22.340ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο §22.341δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ, §22.342σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με §22.343Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
” 奄奄一息的捷盔的赫克托尔对他说: “我凭着你的生命、你的双膝和你自己的父母哀求你,莫让狗群在阿开亚人的船旁把我吞食;你尽管收下充足的青铜和黄金,这些是我父亲和尊贵的母亲将要给你的重礼,只要把我的尸体送回家乡,好让特洛伊人和特洛伊人的妻子们,能为死去的我行火葬之礼。
§22.344τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς· §22.345μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·
” 足疾的阿基琉斯狠狠地瞪着他,开口说道: “狗东西,莫要凭我的双膝或我的父母来哀求我!
§22.346αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη §22.347ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας, §22.348ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι, §22.349οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα §22.350στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, §22.351οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι §22.352Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ §22.353ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή, §22.354ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
但愿我心中的狂怒和灵魂,能驱使我将你的肉割下来生吞下去,因你对我犯下的种种罪行,正如绝不会有人能把狗群从你的头上赶走;哪怕他们送来十倍、二十倍于此的巨额赎金,并在这里称量,且许下更多的诺言;哪怕达耳达诺斯之子普里阿摩斯下令用等重的黄金来赎回你;即便如此,你尊贵的母亲也绝不可能把你放在停尸床上,为自己亲生的儿子痛哭,而是狗群和鸷鸟会把你彻底撕碎分食。
§22.355τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ· §22.356ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον §22.357πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
” 临死的捷盔的赫克托尔对他说: “我终究是看透了你,深知自己不可能说服你;因为你胸中的灵魂确实如钢铁般冷酷。
§22.358φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι §22.359ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων §22.360ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
仔细想想吧,莫让我成为神明对你的怨怼,在那一天,帕里斯和福玻斯·阿波罗将在斯开亚门前,将勇猛的你毁灭。
§22.361ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε, §22.362ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει §22.363ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
” 他刚说完,死期便将他笼罩,灵魂从他的肢体中飞出,向着哈得斯的阴府飞去,哀叹着自己的命运,留下了男儿的健壮与青春。
§22.364τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς· §22.365τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ §22.366Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
高贵的阿基琉斯对着已死的赫克托尔说道: “死吧;至于我的死期,我将在宙斯和其他不死的神明想要使之成就的那一刻。
§22.367ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος, §22.368καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα §22.369αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν, §22.370οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν §22.371Ἕκτορος·
” 他说完,从尸体中拔出了那柄青铜长枪,将它放在一旁,随后从对方肩上剥下那副铠甲,那沾满鲜血的铠甲;其他阿开亚的子弟纷纷奔跑过来围在四周,他们惊奇地端详着赫克托尔的高大身躯和俊美的容貌;绝无一人不在靠近他时给他留下一道创口。
οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη. §22.372ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· §22.373ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι §22.374Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
有人看着身旁的人,这样说道: “哎呀,如今的赫克托尔摸起来可要温顺得多,胜过他用熊熊烈火去焚烧战船的时候。
§22.375ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
” 人们纷纷这样说着,走上前去在他身上刺下一刀。
§22.376τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς, §22.377στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν· §22.378ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες §22.379ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, §22.380ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι, §22.381εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, §22.382ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν, §22.383ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος, §22.384ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
当捷足的高贵阿基琉斯将他剥尽,他站在阿开亚人中间,说出了长了翅膀的话语: “朋友们,阿耳戈斯人的首领和主宰们啊,既然诸神已将这个人交给我们制伏,他给我们的伤害,超过了其他所有人加起来的总和,来吧,让我们披挂整齐,绕着城池试探一番,好让我们得知特洛伊人现在怀着怎样的心思,是在这人倒下后放弃那高耸的城堡,还是在失去了赫克托尔后,依然决心固守。
§22.385ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
然而,我亲爱的心为何要在这些事上思量呢? ”

词汇与语法注释

  1. §22.323βίην Πατρόκλοιο — 意为“帕特罗克洛斯的力量”,是叙事诗中公式化的迂言法(periphrasis),指代“强壮的帕特罗克洛斯”本人。
  2. §22.328ἀπʼ ... τάμε — 动词 ἀποτέμνω(切断)的分离现象(tmesis)。前置词 ἀπό 与动词部分的 τά(aorist)被分开放置,中间插入了其他词语。
  3. §22.338ὑπὲρ ψυχῆς — 前置词 ὑπέρ 伴随属格,在此用于强烈的哀求(supplication)中,意为“凭着/为了你的生命”,这是叙事诗所特有的用法。
  4. §22.346αἲ γάρ — 与虚拟语气 ἀνήη 连用,表达一种无法实现但说话者强烈渴望的愿望,突显了阿基琉斯对赫克托尔的极度仇恨。
  5. §22.371οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη — 字面意思为“没有人站在他身旁而不予刺伤”,是一种带有双重否定语气的强肯定句,表明每个走近的阿开亚士兵都戳刺了赫克托尔的遗体。
  6. §22.385τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; — 叙事诗中的公式化自问,用于说话者中断当前的思考或犹豫,将注意力转向更紧迫的事务(此处指帕特罗克洛斯的安葬)。

引用这一段

荷马, 伊利亚特 §22.323-22.385. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:22.323-22.385

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。