他身子一闪,长枪擦过他的背部,渴望饱饮人血般,插在泥土中。
§21.71αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων, §21.72τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
此时,他一手搂住阿喀琉斯的双膝哀求,另一手抓住那锋利的长枪,绝不放手。
§21.73καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §21.74γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
他提高嗓门,对他说出羽翼之言: “阿喀琉斯啊,我向你跪求,请你尊重并怜悯我!
§21.75ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·
宙斯孕育的尊贵者啊,对你而言,我正如同那应当受到尊重的求庇者。
§21.76πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν §21.77ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ, §21.78καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε §21.79Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
因为在你那里,我第一次尝到了得墨忒耳的麦粉,在那天,你在那修筑完好的果园里俘虏了我,并带我远离了父亲与亲人,卖到神圣的莱姆诺斯,使你获得了价值百牛的赎金。
如今,我付出了三倍的赎金换回自由;自回到伊利翁经历了重重磨难,今天正是第十二个早晨。
§21.82πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε §21.83μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί, §21.84ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ §21.85γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος §21.86Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει §21.87Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
然而如今,毁灭的命运再次将我交到你的手中;我想我定是为父神宙斯所憎恶,他才又把我交给你;我的母亲拉奥托埃生下我这短命的人,它是老阿尔特斯的女儿,阿尔特斯统治着好战的勒勒格斯人,占领着萨特尼奥埃斯河畔险峻的佩达索斯。
§21.88τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας· §21.89τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,
普里阿摩斯娶了她,也娶了许多其他的女人;我们两人是她所生,而你却要把我们两个都斩首。
§21.90ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας §21.91ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί· §21.92νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω §21.93σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
此前你已经用锋利的枪,在先锋步兵中击杀神一般的波吕多罗斯,将他征服;如今在这里,灾难即将降临在我的头上;因为我不相信自己能逃脱你的手掌,既然神明已经将我送到了你的面前。
§21.94ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· §21.95μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, §21.96ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
还有一件事我要告诉你,请你记在心上:不要杀我,因为我和赫克托尔并非同胞兄弟,那个杀了你那温良又强壮的伙伴的赫克托尔。
§21.97ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς §21.98λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε· §21.99νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·
” 普里阿摩斯光荣的儿子如此用言语哀求他,然而听到的却是冷酷无情的声音: “愚蠢的人啊,不要对我提及赎金,也不要多言。
§21.100πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ §21.101τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν §21.102Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·
在帕特罗克洛斯迎来他注定的日子之前,在我心中,对特洛伊人手下留情尚有些许乐意,那时我活捉了许多人,并将他们卖掉。
§21.103νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε §21.104Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι §21.105καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.
但现在,在伊利翁城前,凡是被神明投入我手中的特洛伊人,没有一个能逃脱死亡,在所有的特洛伊人中,尤其是普里阿摩斯的孩子们。
§21.106ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;
所以,朋友,你也死吧;你为何这样哀恸?
§21.107κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
帕特罗克洛斯也死了,他可比你优秀得多。
§21.108οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
难道你看不到我是何等魁梧和俊美?
§21.109πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·
我有高贵的父亲,且有女神母亲生下了我。
§21.110ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·
然而,死亡和强大的命运也同样逼临着我。
§21.111ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ §21.112ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται §21.113ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
无论是清晨、傍晚还是正午,总会有人在战场上夺走我的生命,或是用长枪刺中,或是用弓弦射出的飞箭。
§21.114ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
” 他这样说着,那人的双膝和心顿时酥软了。
Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ §21.117τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω §21.118δῦ ξίφος ἄμφηκες·
阿喀琉斯拔出锋利的宝剑,刺中了他脖颈旁的锁骨,整柄双刃剑都没入了他的体内。
ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ §21.119κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
他扑倒在泥土上,僵直地躺着,黑色的血液流出,浸湿了大地。
§21.120τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι, §21.121καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν· §21.122ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν
阿喀琉斯揪住他的脚,将他投入河中顺流漂去,并对着他得意地吐出羽翼之言: “现在你就躺在这里,和鱼儿们在一起吧。
§21.123αἷμʼ ἀπολιχμήσονται ἀκηδέες·
它们会毫无顾忌地舔舐你伤口上的血迹。
οὐδέ σε μήτηρ §21.124ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος §21.125οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
你的母亲绝不会把你放在床榻上痛哭,而是斯卡曼德罗斯会用漩涡将你带走,送入大海宽阔的怀抱。
§21.126θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει §21.127ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
鱼儿会跃出波浪,钻入黑色的波纹之下,去吞食吕卡翁亮晃晃的脂肪。