§21.133ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες §21.134τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν, §21.135οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
然而,尽管如此,你们仍将因悲惨的命运而毁灭,直到你们所有人为帕特罗克洛斯的被杀以及阿开亚人的覆灭付出代价,在我不在场的时候,你们在疾驰的船旁杀戮了他们。
§21.136ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον, §21.137ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο §21.138δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
他这样说着,河神心中愈发愤怒,他在心中思量,如何才能使高贵的阿喀琉斯停止这场杀戮,并为特洛伊人驱散这场灾难。
§21.139τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος §21.140Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων §21.141υἱέϊ Πηλεγόνος·
与此同时,佩琉斯之子手持长影婆娑的枪,向着阿斯忒罗派俄斯猛扑过去,渴望将他击杀,他是培勒贡之子。
而宽阔流淌的阿克西俄斯孕育了他,与阿凯萨梅诺斯的诸女中最年长的佩里波亚。
τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
因为那深旋的河神曾与她交合。
§21.144τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο §21.145ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε §21.146Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, §21.147τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.
阿喀琉斯朝他冲去,而他则手持两支枪,从河中走出来迎战;克桑托斯将勇气注入他的心中,因为河神因那些被屠杀的青年而满腔怒火,那些青年被阿喀琉斯在河道中毫无怜悯地砍杀。
§21.148οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, §21.149τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· §21.150τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
当他们彼此接近、迎面相遇时,捷足的高贵阿喀琉斯首先对他说道: “在凡人中你是谁,从何处而来,竟然胆敢前来与我交锋?
§21.151δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
那些其子嗣与我力量抗衡的人,真是可悲。
” 培勒贡光荣的儿子随之回答道: “宽宏大量的佩琉斯之子啊,你为何打听我的家世?
我来自遥远而肥沃的派奥尼亚,率领着手持长枪的派奥尼亚人。
ἥδε δέ μοι νῦν §21.156ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
如今对我而言,正是我来到伊利翁后的第十一个早晨。
§21.157αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος §21.158Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν, §21.159ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ·
而我的血脉源于宽阔流淌的阿克西俄斯,它是将最美之水洒向大地的阿克西俄斯,孕育了以枪法闻名的培勒贡。
τὸν δʼ ἐμέ φασι §21.160γείνασθαι·
人们说是他生下了我。
νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.
现在,让我们来战斗吧,光荣的阿喀琉斯。
” 他这样挑战着,而高贵的阿喀琉斯举起了佩利翁山的梣木枪。
ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς §21.163ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.
然而,英雄阿斯忒罗派俄斯同时投出了两支枪,因为他是两手皆便利之人。
§21.164καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ §21.165ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·
其中一支枪击中了盾牌,却没能穿透盾牌,因为神赐之物中的黄金层挡住了它。
§21.166τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς §21.167δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ §21.168γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
而另一支枪则擦伤了阿喀琉斯右手前臂的肘部,黑血随即喷涌而出;那支枪掠过他插在身后的泥土中,渴望饱饮他的血肉。
阿喀琉斯紧接着第二次,将那挺直飞去的梣木枪射向阿斯忒罗派俄斯,急切地想要夺其性命。
§21.171καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην, §21.172μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.
然而,他没有射中对方,枪尖击中了高高的河岸,那梣木长枪半截深嵌在河岸中。
§21.173Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ §21.174ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος §21.175οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
佩琉斯之子从大腿旁拔出锋利的佩剑,狂怒地向他跃去;而对方无法用那粗壮的手将阿喀琉斯的梣木长枪从险陡的河岸中拔出。
§21.176τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων, §21.177τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ §21.178ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο, §21.179ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
他曾三次摇动枪杆,极力想拔出来,却三次放弃了努力;第四次,他心中想要弯曲并折断埃阿科斯后裔的这支梣木长枪,但在此之前,阿喀琉斯已逼近,用剑夺去了他的生命。
§21.180γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι §21.181χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν §21.182ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας §21.183τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· §21.184κεῖσʼ οὕτως·
因为剑刃刺中了他的肚脐旁的腹部,所有的肠脏都流在了地上;他在喘息中,黑暗笼罩了双眼;阿喀琉斯纵身跃上他的胸膛,剥下他的铠甲,得意洋洋地宣告: “你就这样躺着吧。
χαλεπόν τοι ἐρισθενέος Κρονίωνος §21.185παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
对你而言,要对抗强大的克罗诺斯之子的子孙们是极其艰难的,即使你是河神的后代。
§21.186φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, §21.187αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
你曾自豪于自己是宽阔河神的后裔,而我则自诩是伟大的宙斯的子嗣。
§21.188τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι §21.189Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.
诞生我的,是统治着众多密耳弥冬人的男子佩琉斯,他是埃阿科斯之子;而埃阿科斯乃是宙斯所生。
§21.190τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, §21.191κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
正如宙斯强于流向大海的河流,宙斯的子孙也同样强于河神的后代。
§21.192καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι §21.193χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
在你的身边确实有一条大河,如果他能起到任何帮助的话;然而,谁也无法与克罗诺斯之子宙斯抗衡。
§21.194τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, §21.195οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, §21.196ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα §21.197καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν· §21.198ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν §21.199δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.
即使是主宰阿克洛俄斯也无法与他比肩,甚至是深流不息的俄刻阿诺斯的庞大力量也同样不行,世上所有的河流和整片大海、以及所有的泉水和深邃的井泉都发源于他;然而即使是它,也惧怕伟大的宙斯的闪电以及从天际震响的恐怖雷鸣。