§21.1ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο §21.2Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, §21.3ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε §21.4πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο §21.5ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ· §21.6τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη §21.7πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ §21.8ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην, §21.9ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα, §21.10ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ §21.11ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
可是,当他们来到流水平缓、漩涡密布的克桑托斯河的渡口时——这条河是长生不死的宙斯所生—— 阿喀琉斯在此将特洛伊人截为两半,把其中一半驱赶到平原上,朝着城堡方向赶去,那是前一天阿开亚人在光荣的赫克托尔狂怒时,仓皇逃退的道路;他们沿着这条路溃退涌去,而赫拉在他们前面洒下浓浓的迷雾以阻拦他们;但另一半人则被挤压到了深流滚滚、银浪翻滚的河水里,他们发出巨大的声响跌落水中,陡峭的河道鸣响,周围的堤岸大声回荡;他们高声叫喊着,在漩涡中被卷裹着到处游动。
§21.12ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται §21.13φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ §21.14ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ· §21.15ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος §21.16πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
犹如蝗虫在烈火的驱赶下纷纷飞起,飞往河里逃生;而不倦的烈火突然燃起袭来,它们便畏缩着落入水中;同样,在阿喀琉斯的逼迫下,漩涡深沉的克桑托斯河奔腾不息的激流中,塞满了混杂在一起的战马和士兵。
§21.17αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ §21.18κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος §21.19φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα, §21.20τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς §21.21ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.
此时,宙斯孕育的阿喀琉斯将长枪留在岸边,斜靠在柽柳树上,自己则如同神明般跃入河中,仅手持一柄宝剑,心中谋划着可怕的杀戮,他向四面八方砍杀过去;被剑劈中者发出凄惨难听的呻吟,河水被鲜血染得通红。
§21.22ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι §21.23φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου §21.24δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν· §21.25ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα §21.26πτῶσσον ὑπὸ κρημνούς.
犹如其他鱼类躲避巨大凶猛的海豚,惊恐万分地塞满了避风港口的角落,因为海豚会疯狂吞食它所捕获的一切;同样,特洛伊人在可怕的河水激流中,蜷缩在陡峭的悬崖下。
ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων, §21.27ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους §21.28ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος· §21.29τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς, §21.30δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι, §21.31τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι, §21.32δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
但是,当他杀得双手酸痛疲倦时,他从河里挑选了十二名活着的年轻小伙,作为对死去的梅诺伊提奥斯之子帕特罗克洛斯的血债补偿;他把这些像小鹿一样吓傻了的青年拉出水面,用精细剪裁的皮带把他们的双手绑在身后,这些皮带原本是他们系在褶皱长衫上的,随后交给同伴们,押送到空心的战船上去。
§21.33αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
接着,他自己又转身扑去,渴望继续砍杀。
§21.34ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο §21.35ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς §21.36ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα §21.37ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ §21.38τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν· §21.39τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
在那里,他遇到了普里阿摩斯的儿子、达耳达诺斯的后代正在从河里逃跑的吕卡翁,这人曾被阿喀琉斯自己在夜间突然闯入时,从他父亲的果园里强行带走;那时吕卡翁正用锋利的青铜砍伐野无花果树的嫩枝,用来做战车的围栏;对这人来说,不期而至的灾难便是高贵的阿喀琉斯。
§21.40καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε §21.41νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε· §21.42κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν §21.43Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην· §21.44ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
当时,阿喀琉斯用船将他运走,并在建有坚固城防的莱姆诺斯岛卖掉,亚宋的儿子付出了买他的代价;后来,一个客友花重金赎回了他,那是因布罗斯岛的埃埃提翁,并把他送到了高贵的神圣阿里斯贝;他从那里偷偷逃脱,回到了父亲的宅邸。
§21.45ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν §21.46ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις §21.47χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε §21.48πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
自莱姆诺斯归来后,他有十一天的时光与亲友们团聚,共享欢乐;但在第十二天,神明再次将他投入阿喀琉斯的手中,而阿喀琉斯注定要将他送往哈得斯的冥府,即便他并不想去。
§21.49τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς §21.50γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος, §21.51ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς §21.52φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα· §21.53ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
捷足的高贵阿喀琉斯看到他时,发现他光着身子,没有戴头盔,没有拿盾牌,也没有长枪,因为他已把所有这些东西都扔在了地上;汗水折磨着他这名从河里逃出来的战士,疲惫使他的双膝酸软;阿喀琉斯愤怒地对自己伟大的心灵说道: “啊,天哪!
§21.54ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
我的双眼竟看到了如此巨大的奇迹!
§21.55ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον §21.56αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος, §21.57οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ §21.58Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε §21.59πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.
看来,那些被我杀死的伟大特洛伊人,真的会从阴暗的冥土中重新站起来,正如这人一样,虽然被卖到神圣的莱姆诺斯,却依然逃脱了无情的死期回来了;就连那波涛汹涌、强行留住许多不情愿之人的灰色大海,也没能阻挡住他。
§21.60ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο §21.61γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω §21.62ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει §21.63γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
那么,且让他也尝尝我枪尖的滋味,好让我亲眼看看并在心中知晓,他是否也能同样从那地下回来,还是那孕育生命的大地会把他留住——这大地可是连最强壮的人也能留得住的。