Humanitext Reader

ホメロス · イリアス §21.69-21.132

リュカオンの哀願の拒絶と殺害

186 / 226 箇所 · ギリシア語

要旨

アキレウスは、膝にすがって身代金と助命を哀願するリュカオンの嘆願を冷酷に拒絶し、彼を殺害して川に投げ捨て、魚の餌にすると言い放つ。

§21.69κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
身をかがめると、槍は彼の背の上を越えて、人の肉を貪り食わんとするかのように、地に突き刺さった。
§21.70ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο. §21.71αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων, §21.72τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
一方、彼は片方の手でアキレウスの膝を掴んで懇願し、もう片方の手では鋭い槍を掴んだまま、決して離そうとはしなかった。
§21.73καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
そして声を上げ、彼に翼ある言葉を語りかけた。
§21.74γουνοῦμαι σʼ Ἀχιλεῦ·
「私はあなたの膝にすがりつきます、アキレウスよ。
σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
どうか私を敬い、憐れんでください。
§21.75ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·
ゼウスに育まれた高貴な方よ、私はあなたにとって、敬うべき嘆願者と同じなのです。
§21.76πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν §21.77ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ, §21.78καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε §21.79Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
なぜなら、あの時あなたが私をよく築かれた果樹園で捕らえ、父や愛する者たちから遠く離れた神聖なレムノスへと連れて行って売り払い、私が百頭の牛に値する身代金をもたらしたあの日に、私はあなたのそばで初めてデメテルの麦を口にしたのですから。
§21.80νῦν δὲ λύμην τρὶς τόσσα πορών·
そして今、私はその三倍の身代金を払って解放されました。
ἠὼς δέ μοί ἐστιν §21.81ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα §21.82πολλὰ παθών·
私にとって、多くの苦難を経て、イリオスに戻ってきてから今日がちょうど十二日目の朝です。
νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε §21.83μοῖρʼ ὀλοή·
なのに今また、破滅の運命が私をあなたの手に引き渡しました。
μέλλω που ἀπεχθέσθαι Διὶ πατρί, §21.84ὅς με σοὶ αὖτις δῶκε·
私は父なるゼウスに憎まれているに違いありません、ゼウスが私を再びあなたに与えたのですから。
μινυνθάδιον δέ με μήτηρ §21.85γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος §21.86Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει §21.87Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
母ラオトエは私を短命な者として産んだのです、齢重ねたアルテスの娘である彼女は、戦を好むレレゲス人を支配し、サトニオエイス川のほとりの険しいペダソスを領有するアルテスの娘です。
§21.88τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·
プリアモスは彼女を妻とし、他にも多くの妻を娶りました。
§21.89τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,
私たちは彼女から二人生まれましたが、あなたはどちらをも斬り殺すことになる。
§21.90ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας §21.91ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·
すでに一人(ポリュドロス)は、最前線の歩兵たちの中で、あなたが鋭い槍で射抜いたとき、神のようなポリュドロスを討ち果たしました。
§21.92νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται·
そして今度は、ここで私に災いが降りかかろうとしています。
οὐ γὰρ ὀΐω §21.93σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
私はあなたの手から逃れられるとは思えません、神が私をあなたに近づけたのですから。
§21.94ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
もう一つあなたに申し上げます、どうか心に留めておいてください。
§21.95μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, §21.96ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
私を殺さないでください、私はヘクトルと同じ母親から生まれたのではないのですから、あの、あなたの優しく強き友(パトロクロス)を殺したヘクトルとは。
§21.97ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς §21.98λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·
」このように、プリアモスの輝かしい息子は言葉を尽くして懇願したが、耳にしたのは無情な声であった。
§21.99νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·
「愚か者よ、私に身代金を差し出そうなどと言うな、語るな。
§21.100πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ §21.101τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
パトロクロスが運命の日を迎える前までは、私の心にとっても、トロイア人を助けることの方が嬉しかった。
§21.102Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·
多くの者を生け捕りにしては、売り払ってきた。
§21.103νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε §21.104Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι §21.105καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.
だが今や、イリオスの前で神が私の手に引き渡す者のうち、誰一人として死を免れる者はいない、すべてのトロイア人のうち、とりわけプリアモスの子らの中からは。
§21.106ἀλλὰ φίλος θάνε καὶ σύ·
だから、友よ、お前も死ぬのだ。
τί ἦ ὀλοφύρεαι οὕτως;
なぜそのように嘆き悲しむのか。
§21.107κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
パトロクロスも死んだのだ、お前よりも遥かに優れた男であったのに。
§21.108οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
お前には見えないのか、この私もこれほど美しく、これほど偉大であるのが。
§21.109πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·
私は優れた父の子であり、女神が私を産んだのだ。
§21.110ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·
だが、この私にも死と強力な運命が迫っている。
§21.111ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ §21.112ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται §21.113ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
朝か、夕暮れか、あるいは真昼か、誰かが私からもアレスの戦いによって命を奪い去る時が来る、槍を投げつけるか、あるいは弓の弦から放たれた矢によって。
§21.114ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
」そう彼が語ると、リュカオンの膝と愛する心は砕け散った。
§21.115ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας §21.116ἀμφοτέρας·
彼は槍から手を離し、両手を広げて座り込んだ。
Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ §21.117τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω
アキレウスは鋭い剣を抜くと、鎖骨のあたりの首筋を切りつけた。
§21.118δῦ ξίφος ἄμφηκες·
両刃の剣はすべて彼の内へと沈み込んだ。
ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ §21.119κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
彼は地面にうつ伏せに横たわり、そこから黒い血が流れ出て、大地を濡らした。
§21.120τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι, §21.121καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·
アキレウスは彼の足を掴み、川へと投げ入れて流し去らせ、勝ち誇って、彼に翼ある言葉を語りかけた。
§21.122ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν
「そこに横たわっているがよい、魚たちの間で。
§21.123αἷμʼ ἀπολιχμήσονται ἀκηδέες·
魚たちがお前の傷口から容赦なく血を舐め取るだろう。
οὐδέ σε μήτηρ §21.124ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
お前の母親がお前を寝台に乗せて嘆き悲しむこともない。
§21.125οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
むしろスカマンドロスが渦巻く流れでお前を運び去り、広い海の懐へと投げ入れる。
§21.126θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει §21.127ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
魚が波を飛び越えて、黒いさざ波の下を走り抜け、リュカオンの白い脂を喰らうことになるだろう。
§21.128φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς §21.129ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.
滅びるがよい、我々が神聖なイリオスの都に達するまで、お前たちは逃げ惑い、私は後ろから殺戮を繰り広げながら。
§21.130οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης §21.131ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
美しく流れ、銀の渦を巻くあの川でさえ、お前たちを救いはしない。
§21.132ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
お前たちがかつて長く、多くの雄牛を犠牲に捧げ、その渦の中へ、蹄の堅い生きた馬たちを投げ入れて沈めてきたあの川でさえも。 」

語釈・文法注

  1. §21.70ἄμεναι — 動詞 ἀέμεναι(飽く、満足する)のアオリスト不定詞形。ここでは ἱεμένη(熱望する)に係る目的の不定詞として「人の肉を満たすことを熱望する」という意味を表す。
  2. §21.75ἀντί τοί εἰμʼ ἱκέταο — 属格 ἱκέταο(嘆願者)に前置詞 ἀντί(〜に等しい、〜の代わりとなる)が結合。「私はあなたにとって敬うべき嘆願者と同じ存在である」として、ゼウスの法の下での保護の義務を訴えかけている。
  3. §21.101πέφιδέσθαι — 重複アオリスト不定詞形。φείδομαι(惜しむ、手加減する)のアオリストで、非人称構文 φίλτερον ἦεν(より嬉しかった)の主語として機能している。
  4. §21.122ὠτειλὴν — 対格。次行の補語的な名詞 αἷμʼ(血)と並び、ἀπολιχμήσονται(舐め取る)の二重対格(傷口から血を舐め取る)を構成している。

この箇所を引用する

ホメロス, イリアス §21.69-21.132. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:21.69-21.132

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。