大声呼喊,命令他们去迎战阿喀琉斯: “傲岸的特洛伊人啊,不要惧怕佩琉斯之子。
§20.367καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην, §20.368ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
若凭言辞,我甚至能与不死的神明交战,但若用长枪便难了,因为他们要强大得多。
§20.369οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει, §20.370ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
阿喀琉斯也无法让他所有的狂言都付诸实现,他会实现一部分,而另一部分则会在半途落空。
§20.371τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, §20.372εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.
我将迎着他走去,即便他的双手如烈火一般,即便他的双手如烈火,他的斗志如炽热的的钢铁。
§20.373ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν §20.374Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.
” 他这样言语鼓舞,特洛伊人们便迎面举起长枪;他们的力量汇聚在了一起,战场上响起了震天的大噪。
§20.375καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων· §20.376Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε, §20.377ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο, §20.378μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
那时,弗伊波斯·阿波罗来到赫克托尔身旁,对他说道: “赫克托尔,切莫再在最前列与阿喀琉斯交战,且在人群之中、在喧嚣之外迎候他,免得他用投枪击中你,或在近处用剑砍伤你。
§20.379ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν §20.380ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.
” 他如此说,赫克托尔听到神明说话的声音,心生惧怕,便再次退回到了战士的队列之中。
§20.381ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
与此同时,阿喀琉斯心中充盈着勇武,发着可怕的呼喊,纵身跃入特洛伊人之中。
§20.382σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα §20.383ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν, §20.384ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ §20.385Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·
他首先击杀了伊菲提翁,他是奥特伦透斯高贵的儿子,是众多部众的领袖,一位水泽仙女在白雪皑皑的特摩罗斯山下,在伊得富饶的土地上,为毁城者奥特伦透斯生下了他。
§20.386τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς §20.387μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη, §20.388δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς· §20.389κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
面对径直猛冲而来的他,高贵的阿喀琉斯挥枪击中了他的头颅正中;整颗头颅被彻底劈成两半,他轰然倒地,高贵的阿喀琉斯便得意地夸耀道: “躺在那儿吧,奥特伦透斯之子,所有男人中最可怕的家伙!
§20.390ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ §20.391Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν §20.392Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.
这儿是你的死地,而你的出生地是在居盖亚湖畔,那里有你父祖的领地,就在那多鱼的许洛斯河和漩涡汹涌的赫耳摩斯河畔。
§20.393ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
” 他这样自豪地宣称,而黑暗遮蔽了后者的双眼。
§20.394τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο §20.395πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα §20.396ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν §20.397νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
在第一阵交锋中,阿开亚人的战马用轮轱将他的尸体碾碎;在此人身上,阿喀琉斯又朝德摩勒翁投枪,他是安特诺尔之子,一位勇猛的战场防卫者,枪尖穿透了带青铜护颊的头盔,刺中了他的太阳穴。
§20.398οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς §20.399αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ §20.400ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
青铜盔未能抵挡得住,枪尖穿盔而入,击碎了骨头,里面的脑髓溅洒了一地;就这样,他降伏了勇猛冲锋的对手。
§20.401Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα §20.402πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
随后,希波达马斯跃下战车,在他面前逃跑时,被他用长枪刺中了后背。
§20.403αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος §20.404ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα §20.405κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων· §20.406ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·
他吐出最后一口气,发出吼叫,正如一头公牛在年轻人拖拽着围绕赫利科尼奥斯的君主时那头公牛发出的吼叫;震地者为此感到欢欣;就在这样的吼叫中,他那高傲的灵魂离开了骸骨。
§20.407αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον §20.408Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι, §20.409οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο, §20.410καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα
接着,他手持长枪直奔神一般的多吕多罗斯,他是普里阿摩斯的儿子;他的父亲绝不允许他参战,因为在普里阿摩斯的孩子中,他是最小的一个,也是最受宠爱的,且在足速上冠绝众人。
就在那时,他因愚蠢而展示自己双脚的迅捷,穿梭在最前列的战士中,直到丢掉了宝贵的生命。
§20.413τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς §20.414νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες §20.415χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·
捷足的高贵阿喀琉斯趁他从身旁掠过时,用投枪击中了他的后背正中,那里正是金腰带扣紧扣、双层胸甲交合之处。
§20.416ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή, §20.417γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε §20.418κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.
枪尖在肚脐旁穿透,径直穿了过去,他发出一声呻吟,双膝跪地,一片黑云遮蔽了他;他颓然倒下,双手捧着流出的内脏。
§20.419Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον §20.420ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη §20.421κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη §20.422δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ §20.423ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς §20.424ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα· §20.425ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν, §20.426ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον·
赫克托尔一见他的兄弟多吕多罗斯手捧内脏,颓然倒在地上,他的眼前顿时蒙上了一层迷雾;他再也无法容忍徘徊在远处,而是迎面向阿喀琉斯冲去,挥舞着锐利的长枪,宛如一团烈火;而阿喀琉斯一见是他,便腾空跃起,得意地吐出狂言: “那个最深地刺痛我心灵的男人就在眼前,就是他杀了我那备受尊重的战友。
οὐδʼ ἂν ἔτι δὴν §20.427ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
确实,我们再不用在战场的纵横战线上彼此躲闪了。
§20.428ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον· §20.429ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
” 他说着,怒目圆睁,对高贵的赫克托尔喊道: “上前来吧,让你更快地走到毁灭的尽头。
§20.430τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ· §20.431Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς §20.432ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς §20.433ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
” 戴着闪亮头盔的赫克托尔毫无惧色,对他回答道: “佩琉斯之子,莫指望用言辞能像吓唬小儿那般使我惊恐,因为我自己也深知如何吐露嘲讽与粗鄙之言。
§20.434οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
我知道你很勇猛,而我比你差得很远。
§20.435ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
然而,这些事情终究是安放在神明的膝头上。 ”