§20.293ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο, §20.294ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι §20.295πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο §20.296νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
“唉,真是令人叹息,我为那大胸怀的埃涅阿斯感到深深的悲痛,他很快就会被佩琉斯之子击败,坠入哈德斯的阴府,因为他听信了远射神阿波罗的话—— 真是愚蠢,而阿波罗绝不会为他抵挡悲惨的灭亡。
§20.297ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει §20.298μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ §20.299δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
可是,为什么这个无辜的人现在要遭受痛苦,因别人的痛苦而徒劳受难,而他却总是向占有广阔天空的神明们献上令人愉悦礼物吗?
§20.300ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν, §20.301μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς §20.302τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι, §20.303ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται §20.304Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων §20.305οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
来吧,至少让我们将他从死地中救出,免得克罗诺斯之子也动怒,万一阿喀琉斯将其杀死;因为逃脱死亡对他而言是注定的,免得子嗣断绝,不留痕迹地毁灭—— 达耳达诺斯的后代,克罗诺斯之子在所有孩子中最为喜爱他,那些由他和凡人女子所生的孩子们。
§20.306ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων· §20.307νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει §20.308καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
因为克罗诺斯之子已经憎恨普里阿摩斯的世系;如今,力大无比的埃涅阿斯将统治特洛伊人,还有他的子子孙孙,那些将在后世出生的人。
§20.309τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· §20.310ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον §20.311Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς §20.312Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
” 随后,牛眼睛的高贵赫拉回答他道: “震地者啊,你自己心里好好想想,关于埃涅阿斯,你是要救下他,还是由着他被佩琉斯之子阿喀琉斯击败,即便他是个高尚的人。
§20.313ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους §20.314πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη §20.315μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, §20.316μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται §20.317καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
因为我们俩确实立下了许多誓言,在所有不死的神明面前,我和帕拉斯·雅典娜,绝不为特洛伊人抵挡灾难之日,即便当整个特洛伊都在猛烈的烈火中燃烧,且阿开亚人的好战子孙们在纵火焚烧它时,也是如此。
§20.318αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων, §20.319βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων, §20.320ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.
” 然而,当震地者波塞冬听到这些话后,他便动身穿过战场,穿过枪林弹雨的喧嚣,来到埃涅阿斯和那著名的阿喀琉斯所在之处。
§20.321αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν §20.322Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον §20.323ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο· §20.324καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν, §20.325Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.
他当即在一方的眼前洒下一片迷雾,那就是佩琉斯之子阿喀琉斯;而他将那带青铜枪尖的白蜡木长枪从大胸怀的埃涅阿斯的盾牌上拔了出来;并将其放在阿喀琉斯的脚前,却把埃涅阿斯高高托离地面,送往远处。
§20.326πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων §20.327Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας, §20.328ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο, §20.329ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
跃过许多英雄的队列,也跃过许多战马的行列,埃涅阿斯飞跃而过,从神的手掌中腾空而起,来到这战火纷飞的战场最边缘,在那里,考科涅斯人正武装起来准备投入战斗。
§20.330τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων, §20.331καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §20.332Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει §20.333ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
震地者波塞冬来到他身旁,离他极近,并且开口对他,用翼语说道: “埃涅阿斯,神明中是谁让你如此盲目,去和那傲岸的佩琉斯之子迎面交战?
§20.334ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
他既比你强大,又更受不死神明的钟爱。
不,凡是遇到他时,你都要退避,免得连命运也违背,坠入哈德斯的阴府。
§20.337αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ, §20.338θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι· §20.339οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
但是,一旦阿喀琉斯迎来了他的死亡和命运,那时你便可以放胆在最前列交战;因为阿开亚人中再没有别人能夺去你的生命。
§20.340ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.
” 如此说完,因为他已交代明白了一切,便将他留在了原地。
§20.341αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν §20.342θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν, §20.343ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· §20.344ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
随后,他立刻驱散了阿喀琉斯眼前的神奇迷雾;阿喀琉斯睁大双眼,凝神细看,愤懑地对自己那高贵的心灵说道: “天哪,这真是我双眼所见的一个巨大的奇迹!
§20.345ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα §20.346λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
长枪正横躺在地上,但我却见不到那个我曾急欲将他杀死而对其投出长枪的男子。
看来埃涅阿斯果真也是不死神明们爱子;而我原以为他只是在虚妄地吹嘘。
§20.349ἐρρέτω·
随他去吧!
οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι §20.350ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
他绝不敢再次来挑衅我,因为他现在也是九死一生才得以侥幸逃脱。
但是,来吧,我向热爱战争的达奈人发号施令,迎面向其他特洛伊人冲去,试探他们的实力。
§20.353ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ· §20.354μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί, §20.355ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
” 他说着,便跃入队伍之中,对每个人大声命令: “高贵的阿开亚人啊,不要再远离特洛伊人站立,来吧,人人都要迎敌交战,渴望拼杀。
§20.356ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι §20.357τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι· §20.358οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη §20.359τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
对我而言,纵然我无比强大,也难以去追击如此之多的人,并与他们全部交战;纵是那身为不死神明的大战神阿瑞斯,亦或雅典娜,也无法独自承受这般大战的攻势并力战到底。
§20.360ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε §20.361καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν, §20.362ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω §20.363Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
然而,只要我在双手、双足和力量上尚能支持,我宣告自己绝不会再有丝毫懈怠,而是要彻底杀穿敌人的队列,我想不会有哪个特洛伊人在靠近我的长枪时还能感到高兴。
§20.364ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
” 他这样大声鼓舞着;而向着特洛伊人,光辉的赫克托尔