§20.436αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι §20.437δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
“即便我比你逊色,且看我是否能用投枪夺走你的性命,因为先前我的枪尖确实也同样锋利。
§20.438ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη §20.439πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο §20.440ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον, §20.441αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν.
” 他说完,挥舞着长枪投射了出去,但雅典娜轻轻一吹,便将长枪从光荣的阿喀琉斯身边吹离开来;长枪飞回到高贵的赫克托尔身边,落在他的脚前。
αὐτὰρ Ἀχιλλεὺς §20.442ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων, §20.443σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων §20.444ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.
然而,阿喀琉斯急于杀敌,狂暴地猛冲过去,发出可怕的呼喊;但阿波罗却像神明一般极其轻易地劫走了赫克托尔,并用浓雾将他遮蔽。
§20.445τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς §20.446ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.
随后,捷足的高贵阿喀琉斯三次挥舞青铜枪猛冲,却只是三次击中深沉的浓雾。
§20.447ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, §20.448δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· §20.449ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον·
但当他第四次如同神明一般冲上前去时,他发出可怕的喝令,吐出羽翼般的言辞: “狗东西,你现在又逃脱了死劫!
ἦ τέ τοι ἄγχι §20.450ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων, §20.451ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
确实,灾祸已经临近你的身旁;但这一次福伊波斯·阿波罗又救了你,每次你走向投枪交错的喧嚣中时,你总得向他祈求。
§20.452ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, §20.453εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
若下一次与你相遇,我定要彻底结果你,只要神明之中也有人做我的帮手。
§20.454νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
至于现在,我要去攻击我所能遇到的其他特洛伊人。
§20.455ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι· §20.456ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε, §20.457Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε §20.458κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα §20.459οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
” 话音刚落,他便用长枪刺中了德律奥普斯脖颈的正中;德律奥普斯倒在他的脚前,阿喀琉斯弃之不顾,转而用长枪击中菲勒托尔之子德穆科斯的膝部,止住了这名高大强壮的战士;随后,用大剑将其刺死,夺去了他的生命。
§20.460αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος §20.461ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε, §20.462τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
紧接着,他袭击了比亚斯之子拉奥戈诺斯和达尔达诺斯,猛冲上去将两人从战车上推落到地上,用长枪击中一人,并用剑近距离劈倒了另一人。
§20.463Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων, §20.464εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη §20.465μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, §20.466νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν· §20.467οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων, §20.468ἀλλὰ μάλʼ ἐμμεμαώς·
随后,阿拉斯托尔之子托罗斯走上前来,跪在地上抱住他的双膝,期望阿喀琉斯能收留他、网开一面放他一条生路,并怜悯其同等的年纪而免他一死;愚蠢的家伙,他全然不知阿喀琉斯是绝不会被说服的;因为他绝非宽宏温顺之人,也非性情和蔼之辈,而是极度残暴。
ὃ μὲν ἥπτετο χείρεσι γούνων §20.469ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ· §20.470ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ §20.471κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε §20.472θυμοῦ δευόμενον·
托罗斯正用双手抚摸他的双膝急切地哀求,阿喀琉斯却挥剑刺穿了他的肝脏;他的肝脏滑落了出来,黑色的鲜血浸满了他的衣襟;黑暗遮蔽了他的双眼,他的生命消逝了。
ὃ δὲ Μούλιον οὖτα παραστὰς §20.473δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο §20.474αἰχμὴ χαλκείη·
随后阿喀琉斯站在穆利奥斯身旁,用长枪刺中他的耳朵;青铜枪尖瞬间穿透过去,从另一只耳朵伸了出来。
ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον §20.475μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι, §20.476πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε §20.477ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
接着,他挥舞带柄的宝剑,劈向阿格诺尔之子埃克克洛斯头部的正中,整柄宝剑都被鲜血染得温热;暗沉的死亡和强盛的命运攫住了他的双眼。
§20.478Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες §20.479ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν §20.480αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς §20.481πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας §20.482τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε §20.483σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
随后是德乌卡利翁,在肘部肌腱汇合的地方,阿喀琉斯用青铜枪尖刺穿了他那条无力的手臂;德乌卡利翁只能眼睁睁看着死亡逼近,忍痛等待着;阿喀琉斯挥剑砍向他的颈项,将他的头颅连同头盔一起砍飞到远处;骨髓从脊椎中喷涌而出,他僵硬地躺在地上。
§20.484αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν §20.485Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει· §20.486τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός, §20.487ἤριπε δʼ ἐξ ὀχέων·
随后,阿喀琉斯又去追击佩里斯完美的儿子里格莫斯,他来自土地肥沃的色雷斯;阿喀琉斯用投枪击中了他的腹部正中,青铜枪头嵌在他的肚腹里,他从战车上跌落下来。
ὃ δʼ Ἀρηΐθοον θεράποντα §20.488ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ §20.489νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
随后,当其侍从阿雷伊托奥斯调转马头撤退时,阿喀琉斯用锋利的长枪刺中了其后背,将他掀下战车;马匹顿时陷入一片混乱。
§20.490ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ §20.491οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη, §20.492πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει, §20.493ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος §20.494κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
犹如干枯山林之中的熊熊烈火席卷幽深的峡谷,茂密的森林被付之一炬,狂风吹卷着,把火焰推向四面八方,他也手持长枪,如同神明般在各处狂怒冲杀,紧追着被杀之人;黑色的土地上鲜血流淌。
§20.495ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους §20.496τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ, §20.497ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων, §20.498ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι §20.499στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων §20.500νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, §20.501ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον §20.502αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι §20.503Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
犹如农人将宽额的公牛套上轭,在建造良好的打谷场上踩踏白色的大麦,在低声吼叫的公牛蹄下,麦粒很快被踩踏脱落,在雄心勃勃的阿喀琉斯脚下,他的单蹄骏马将尸体与盾牌一并践踏;车轴下方溅满了鲜血,车座周围的围栏也是如此,那些鲜血的滴沫既来自马蹄的飞溅,也来自车轮铁圈的甩射;而佩琉斯之子急切地渴望着赢得无上的荣耀,他那无法阻挡的双脚和双手,已被血迹玷污。