§20.149ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι, §20.150ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· §20.151οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης §20.152ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
波塞冬和其他神明便在那里坐下,在他们的肩头披上了无法穿透的浓雾;而另一方的神明则坐在卡利科洛涅的脊顶上,围绕着你,善射的福玻斯,以及毁灭都市的阿瑞斯。
§20.153ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες §20.154βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο §20.155ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.
于是双方各在一边坐着,筹划着计策;但开始这残酷的战争双方都迟疑着,而高坐于上的宙斯则在催促他们。
§20.156τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ §20.157ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν §20.158ὀρνυμένων ἄμυδις.
凡人与战马塞满了整个平原,青铜的铠甲闪闪发光;在大地之上,随着众人一齐冲锋,地面在他们的脚下发出轰鸣。
δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι §20.159ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι §20.160Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.
而其中最为杰出的两位勇士,渴望着交战,一同走向两军的中央,他们是安喀塞斯之子埃涅阿斯与神圣的阿喀琉斯。
§20.161Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει §20.162νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν §20.163πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
埃涅阿斯首先威吓着走上前来,沉重的头盔微微晃动;他将凶猛的盾牌护在胸前,手中挥舞着青铜长枪。
§20.164Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς §20.165σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν §20.166ἀγρόμενοι πᾶς δῆμος·
佩琉斯之子在另一边迎面冲上,犹如一头凶猛的雄狮,全村的人们聚集起来想要将它杀死。
ὃ δὲ πρῶτον μὲν ἀτίζων §20.167ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν §20.168δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας §20.169γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, §20.170οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν §20.171μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι, §20.172γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ §20.173ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ· §20.174ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ §20.175ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
那狮子起初不屑地走着,但只要某个矫健的青年用长矛刺中它,它便张开大口缩紧身子,牙齿周围泛起泡沫,它那强壮的心灵在胸中怒吼,它用尾巴拍打着身体两侧的肋部与臀部,激励自己去战斗,目光闪烁地凭着怒火直冲而去,要看看能否杀死人类中的一员,抑或自己死在前方的群敌之中;就像这样,阿喀琉斯的怒火与高傲的心灵,驱使着他走向心胸宽广的埃涅阿斯的正面。
§20.176οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, §20.177τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· §20.178Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν §20.179ἔστης;
当他们相向而行、已然逼近对方时,捷足而神圣的阿喀琉斯首先对他说道: “埃涅阿斯,你为何越过这么长的人群走上前来,站在我的面前?
ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει §20.180ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι §20.181τιμῆς τῆς Πριάμου;
难道你的内心驱使你与我交战,是因为你期望统治那驯马的特洛伊人,夺取普里阿摩斯的尊位吗?
ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς, §20.182οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει· §20.183εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.
但即便你将我杀死,普里阿摩斯也不会因此将王权的荣光双手奉献给你;因为他有自己的子嗣,且他本人心智坚固,并不糊涂。
§20.184ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων §20.185καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι §20.186αἴ κεν ἐμὲ κτείνῃς;
还是特洛伊人已经为你划出了一块优于他人的领地,一块拥有果园和耕地的沃土,好让你在杀死我之后去耕耘?
χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.
但我看你极难办到此事。
§20.187ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
我声称,先前我已经用长矛将你驱逐过一次。
§20.188ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα §20.189σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι §20.190καρπαλίμως;
难道你不记得,当你远离牛群孤身一人时,我如何用迅捷的双脚将你从伊达山赶下,惊慌逃窜?
τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.
那时你一味逃跑,连头都不敢回。
§20.191ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν §20.192πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί, §20.193ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας §20.194ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
后来你逃入了吕耳涅索斯;而我在雅典娜和父神宙斯的陪伴下发起进攻,毁灭了那座城市,夺走了被俘女人们的自由之日,将她们带走;而宙斯和其他神明拯救了你。
§20.195ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ §20.196βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω §20.197ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο, §20.198πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
但我想这一次他们不会再拯救你,如你心中所想的那样;因此我劝你退回到人群中去,不要站在我的对面,免得遭受灾祸;事情发生之后,连愚人也懂得这个道理。
§20.199τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε· §20.200Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς §20.201ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς §20.202ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
” 埃涅阿斯随后回答他并说道: “佩琉斯之子啊,不要指望能用言语把我像小孩子一样吓倒,因为我自己也深知如何说出嘲讽和刻薄的言词。
§20.203ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας §20.204πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων· §20.205ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.
我们知道彼此的世系,也知道彼此的父母,因为我们听过凡人相传已久的名言;但论及目睹,你从未见过我的父母,我也从未见过你的。
§20.206φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι, §20.207μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης· §20.208αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο §20.209εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·
人们说你是无瑕的佩琉斯之子,由美发的海洋之女忒提斯所生;而我自豪地宣称自己是心胸宽广的安喀塞斯之子,我的母亲是阿芙罗狄忒。
§20.210τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται §20.211σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν §20.212ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
这两对父母之中,今天必有一方要为自己心爱的儿子哭泣;因为我说,我们绝不会仅靠这些孩子般的言辞就分出胜负、从战场撤退。
§20.213εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς §20.214ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι· §20.215Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, §20.216κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ §20.217ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων, §20.218ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
但如果你也想了解这些,以便深知我们的世系——许多人其实都已经知晓:聚云者宙斯首先孕育了达尔达诺斯,他建立了达尔达尼亚,因为那时神圣的伊利奥斯还未在平原上建成凡人的都市,人们依然居住在泉水充足的伊达山山麓。