埃里克托尼俄斯拥有三千头母马,它们在湿地里放牧,因身边带着娇嫩的幼驹而欢欣自豪。
§20.223τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων, §20.224ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ· §20.225αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
当它们在放牧时,北风神波雷阿斯也对它们动了情,他化身为一匹黑鬃骏马,与它们交配;母马们怀胎,产下了十二只幼驹。
§20.226αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, §20.227ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων· §20.228ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης, §20.229ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
当这些幼驹在赐予生命的土地上奔驰时,它们能飞跑在麦穗的顶端,而不将其折断;而当它们在辽阔的海脊上奔驰时,它们能飞跑在灰白色海水的浪尖之上。
§20.230Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· §20.231Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο §20.232Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, §20.233ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων· §20.234τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν §20.235κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.
埃里克托尼俄斯生下特罗斯,作为特洛伊人的君王;特罗斯又生下了三个完美无瑕的儿子,伊罗斯、阿萨拉科斯和神一样的甘尼美德,他确是凡人中最美丽的男子;神明因他的美貌而将他劫走,以便让他置身于不死的神明之中,在神明之间为宙斯斟酒。
§20.236Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα· §20.237Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε §20.238Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·
伊罗斯又生下完美无瑕的儿子拉俄墨冬;拉俄墨冬生下了提托诺斯和普里阿摩斯,以及兰波斯、克吕提俄斯和阿瑞斯的嫩枝希克塔翁。
§20.239Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα· §20.240αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.
阿萨拉科斯生下卡皮斯,卡皮斯生下儿子安喀塞斯;安喀塞斯生下了我,普里阿摩斯生下了高贵的赫克托尔。
§20.241ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
我自豪地宣称自己属于这一高贵的世系和血统。
§20.242Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε §20.243ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.
然而宙斯会增加凡人的勇气,也会使其减少,全凭他自己的意愿;因为他是万神中最强大的。
但是,来吧,我们不要再像小孩子一样谈论这些,站在这激烈的战场中央。
§20.246ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι §20.247πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
我们双方都有极多的斥责之词可以说,多到连一艘百桨大船也无法载走这沉重的负担。
§20.248στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι §20.249παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
凡人的舌头是转动灵活的,其中有许多各种各样的言语,言语的放牧地在各处都无比宽广。
§20.250ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
你说了什么样的话,就会听到同样的话作为回应。
但我们有什么必要像妇女一样,面对面地互相对骂和争吵呢?
§20.253αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο §20.254νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι §20.255πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.
她们在噬魂的争吵中动怒,走到街市中央,互相进行辱骂,说出许多真真假假的话,愤怒促使着她们这样做。
§20.256ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα §20.257πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον §20.258γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
但你无法用言语来动摇我渴望战斗的决心,在我们在正面用青铜交战之前;来吧,让我们尽快用青铜长枪来交手,试探彼此的深浅。
§20.259ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος §20.260σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
” 他说着,便将强有力的长枪刺向那面可怕而凶猛的盾牌,在长枪的锋刃下,盾牌发出巨大的轰鸣。
§20.261Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ §20.262ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος §20.263ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο §20.264νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν §20.265ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα §20.266ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.
佩琉斯之子用他粗壮的手将盾牌推离自己,心怀恐惧;因为他以为,心胸宽广的埃涅阿斯的投枪会轻易地穿透盾牌—— 真是愚蠢,他心中并未料到,神明的辉煌礼物是绝不容易被凡人破坏或者向其屈服的。
当时,英勇的埃涅阿斯的强力长枪也没能刺穿盾牌;因为神赐的金子将其阻挡。
§20.269ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς §20.270ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, §20.271τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο, §20.272τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.
尽管如此,它刺穿了双层,但还有三层挡在那里;因为跛足的神打造了五层盾牌,外面两层是青铜,里面两层是锡,中间那一层是金,白蜡木长枪便是被其阻截。
§20.273δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος, §20.274καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην §20.275ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, §20.276λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ §20.277Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.
接着阿喀琉斯也投出长枪,击中了埃涅阿斯各处均匀的盾牌,就在最外层边缘的下方,那里的青铜最为薄弱,其上的牛皮也最为稀薄;白蜡木长枪径直穿透过去,盾牌在其下发出刺耳的声响。
ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
长枪在掠过他的背部后刺入泥土,依然带着余威。
ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν §20.282ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι, §20.283ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος.
避开了长枪后,他站在原地,无尽的恐惧笼罩了他的双眼,因惊吓而战栗,因为那武器竟然插在离他如此之近的地方。
αὐτὰρ Ἀχιλλεὺς §20.284ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ §20.285σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ §20.286Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, §20.287οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
然而阿喀琉斯急切地拔出利剑向他冲来,发出可怕的呐喊;埃涅阿斯则用手抓起了一块石头—— 一件沉重之物,即使两个现代的凡人也抬不起来,但他仅凭一人就轻松地将其挥动。
§20.288ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ §20.289ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον, §20.290τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, §20.291εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων· §20.292αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
在那里,埃涅阿斯原本会用石头击中冲过来的阿喀琉斯的头盔或盾牌,这本能替他阻挡凄惨的死亡,而佩琉斯之子也会在近旁用利剑夺去他的性命,如果震地者波塞冬没有敏锐地观察到这一切的话;他立刻对不死的神明们开口说道: