§20.76Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον §20.77Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει §20.78αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
然而,阿喀琉斯最渴望深入人群去迎战普里阿摩斯之子赫克托耳;因为他的心灵尤其督促着他,要用赫克托耳的鲜血来喂饱那坚韧的战士阿瑞斯。
§20.79Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων §20.80ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ· §20.81υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·
与此同时,鼓舞军队的阿波罗驱使埃涅阿斯径直去迎战佩琉斯之子,并向他注入了强大的力量;他使自己的声音变得像普里阿摩斯之子吕卡翁一样。
宙斯之子阿波罗假托他的声音,对埃涅阿斯说道: “埃涅阿斯,特洛伊人的谋士,你昔日的誓言如今在何处?
那时你一边饮酒一边向特洛伊的国王们保证,誓要与佩琉斯之子阿喀琉斯迎面交战。
§20.86τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε· §20.87Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις §20.88ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
” 埃涅阿斯回答他,说道: “普里阿摩斯之子啊,为何你要命令并不情愿的我,去与那高傲的佩琉斯之子对面作战?
§20.89οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος §20.90στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν §20.91ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι, §20.92πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς §20.93εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
因为这绝非我第一次面对捷足的阿喀琉斯,早在此前,他就在伊达山上用长枪驱逐我,令我溃逃,当时他袭击了我们的牛群,并劫掠了吕耳涅索斯和培达索斯;然而宙斯拯救了我,他赐予我力量,并让我的双腿行动敏捷。
§20.94ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης, §20.95ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν §20.96ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
否则,我早已丧命于阿喀琉斯和雅典娜的手下,她走在他的前面,为他照亮道路,并命令他用青铜长枪屠杀勒勒格斯人和特洛伊人。
§20.97τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι· §20.98αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
因此,凡人是不可能与阿喀琉斯迎面作战的;因为总有一位神明守在他的身旁,为他消灾解难。
况且,即便不考虑这一点,他的投枪也是直飞而去,不穿透凡人的肉体绝不罢休。
εἰ δὲ θεός περ §20.101ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα §20.102νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.
但若是神明能将战争的结局公平地拉平,他绝非能轻易战胜我,即便他自吹浑身是由青铜铸就。
§20.103τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· §20.104ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν §20.105εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης §20.106ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·
” 宙斯之子、主神阿波罗再次对他说: “英雄啊,来吧,你也当向长生不老的诸神祈祷;因为世人皆说你也是宙斯之女阿芙罗狄忒所生,而阿喀琉斯则是出自地位较低的女神。
§20.107ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.
因为你的母亲来自宙斯,而他的母亲来自海中老人。
§20.108ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν §20.109λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
径直刺出你那坚不可摧的青铜武器吧,绝不要让他用羞辱和威胁的话语将你吓退。
§20.110ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, §20.111βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
” 说完,他向这位人民的牧者注入了巨大的力量,埃涅阿斯身披闪亮的青铜铠甲,走向最前列的战士中。
§20.112οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην §20.113ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· §20.114ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε· §20.115φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη §20.116ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
安喀塞斯之子未能避开白臂赫拉的目光,见他正穿过战士的队列去迎战佩琉斯之子;她把诸神召集在一起,对他们说道: “波塞冬和雅典娜,你们二位当在心中仔细考虑,这些事情将会如何发展。
看那埃涅阿斯身披闪亮的青铜铠甲,去迎战佩琉斯之子,是福玻斯·阿波罗指使他去的。
§20.119ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω §20.120αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ §20.121παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ §20.122δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι §20.123ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ §20.124Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
来吧,让我们当即在此将他劝退;或者我们中也有人去站在阿喀琉斯身旁,赐予他强大的力量,让他的心中不存丝毫畏惧;好让他知道,最优秀的不朽神明都在爱护着他,而那些迄今为止一直在帮助特洛伊人对抗战争和冲突的神明,都是无足轻重的。
§20.125πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες §20.126τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι §20.127σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα §20.128γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
我们大家都是从奥林匹斯下来参与这场战斗的,好让他今天在特洛伊人中不受任何伤害;虽说此后他将承受命运在他出生时用命运之线为他纺织的所有定数。
§20.129εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς §20.130δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ §20.131ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
但如果阿喀琉斯未能从神明的声音中得知这些,当战场上有哪位神明与他正面相遇时,他将会感到害怕;因为当神明显露真身时,是极其可怕的。
§20.132τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· §20.133Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.
” 随后,震撼大地的波塞冬回答她: “赫拉,不要无理发怒;这完全没有必要。
§20.134οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι §20.135ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
我不希望鼓动神明互相争斗—— 我们其余的神明,因为我们显然要强大得多。
§20.136ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες §20.137ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.
我们还是走到路旁,坐在观望处吧,战争就留给凡人们去解决。
§20.138εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων, §20.139ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι, §20.140αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται §20.141φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω §20.142ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων §20.143ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
但如果阿瑞斯或福玻斯·阿波罗挑起战斗,或者阻碍阿喀琉斯,不让他交战,那么我们之间也将在那里立刻激起冲突;我想他们很快就会被迫退场,返回奥林匹斯,回到其他神明的集会中,屈服于我们双手的强力之下。
§20.144ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης §20.145τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο §20.146ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη §20.147ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο, §20.148ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.
” 墨发神如此说着,在前面领路,走向神圣的赫拉克勒斯那高耸的防护土堤,这是特洛伊人和帕拉斯·雅典娜为他建造的,好让他能够逃脱并躲避那只海怪,每当那怪物从海岸将他驱赶到平原上时。