§2.1ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ §2.2εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος, §2.3ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα §2.4τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
其他众神与驾车的战士们整夜熟睡,但甜美的睡眠并未留住宙斯;相反,他在心中思虑着,如何能尊崇阿基琉斯,并在阿开亚人的船只旁毁灭许多人。
而在他的心中,这似乎是最好的计策:向阿特柔斯之子阿伽门农派遣一个毁灭性的梦。
§2.7καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §2.8βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· §2.9ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο §2.10πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
他唤来它,用翼言羽语对它说道: “去吧,毁灭性的梦啊,前往阿开亚人的捷船旁;进到阿特柔斯之子阿伽门农的帐篷里,极准确地宣告我所命令你的一切。
§2.11θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς §2.12πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν §2.13Τρώων·
命令他率全军武装长发的阿开亚人;因为现在他可以夺取特洛伊人街道宽阔的城池。
οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες §2.14ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας §2.15Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.
因为住在奥林波斯宫殿里的不死众神不再意见分歧;因为赫拉通过哀求说服了所有人,而来自宙斯的灾难已经临到特洛伊人头上。
§2.16ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε· §2.17καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, §2.18βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν §2.19εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.
” 他这样说,梦听了这话便出发了;它迅速来到阿开亚人的捷船旁,走向阿特柔斯之子阿伽门农;发现他正在帐篷里熟睡,神圣的睡眠笼罩着他。
§2.20στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς §2.21Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων· §2.22τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος· §2.23εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
它站在他的头顶上方,面容如同涅琉斯之子涅斯托尔,在长者中阿伽门农最器重他;神圣的梦化作他的模样对他说道: “你睡着了吗,驯马的、智虑深沉的阿特柔斯之子?
一个肩负民众且有如此多心之事的决策者,是不应该整夜安睡的。
§2.26νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, §2.27ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
现在快听我说;我是宙斯给你派来的使者,他虽然离你遥远,却极关切你并怜悯你。
§2.28θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς §2.29πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν §2.30Τρώων·
他命令你率全军武装长发的阿开亚人;因为现在你可以夺取特洛伊人街道宽阔的城池。
οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες §2.31ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας §2.32Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται §2.33ἐκ Διός·
因为住在奥林波斯宫殿里的不死众神不再意见分歧;因为赫拉通过哀求说服了所有人,而来自宙斯的灾难已经临到特洛伊人头上。
ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη §2.34αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
但你要把这记在心里,当甘美的睡眠离开你时,切莫让忘却占据了你。
§2.35ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ §2.36τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον· §2.37φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ §2.38νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα· §2.39θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε §2.40Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
” 他这样说着便离开了,留下阿伽门农在原地,在心中思虑着那些注定不会实现的事情;因为这愚蠢的人以为,他将在那一天夺取普里阿摩斯的城池,却不知晓宙斯所策划的事业;因为宙斯还要通过残酷的厮杀,给特洛伊人和达奈人带来更多的痛苦与呻吟。
§2.41ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·
他从梦中醒来,神圣的声音依然在他周围回荡。
§2.42ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα §2.43καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος· §2.44ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, §2.45ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· §2.46εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ §2.47σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
他坐起身,穿上柔软、美丽而崭新的内衣,披上宽大的斗篷;在光洁的双脚下系上美丽的凉鞋,肩上挂起银钉宝剑;他拿起了祖传的、永不磨灭的权杖,拄着它走向披甲戴铜的阿开亚人的船只。
§2.48ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον §2.49Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν· §2.50αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε §2.51κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς· §2.52οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·
这时,黎明女神走向高耸的奥林波斯,向宙斯和其他不死众神宣告光明;而他命令声音嘹亮的传令官们召唤长发的阿开亚人前往集会;传令官们发出了召唤,人们迅速聚集起来。
§2.53βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων §2.54Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος· §2.55τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
但他首先在皮洛斯出生的国王涅斯托尔的船旁,召集了胸怀宽广的长老们开会。
§2.56κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος §2.57ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ §2.58εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·
他把他们召集在一起,设下一条周密的计策: “朋友们,请听我说;在神圣的黑夜中,一个仙界的梦在睡眠中降临到我身上;在容貌、身材和体态上,它最像高贵的涅斯托尔。
它站在我的头顶上方,对我说了这样的话: ‘你睡着了吗,驯马的、智虑深沉的阿特柔斯之子?
一个肩负民众且有如此多心之事的决策者,是不应该整夜安睡的。
§2.63νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, §2.64ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·
现在快听我说;我是宙斯给你派来的使者,他虽然离你遥远,却极关切你并怜悯你。
§2.65θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς §2.66πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν §2.67Τρώων·
他命令你率全军武装长发的阿开亚人;因为现在你可以夺取特洛伊人街道宽阔的城池。
οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες §2.68ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας §2.69Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται §2.70ἐκ Διός·
因为住在奥林波斯宫殿里的不死众神不再意见分歧;因为赫拉通过哀求说服了所有人,而来自宙斯的灾难已经临到特洛伊人头上。
ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν·
但你要把这记在心里。
ὣς ὃ μὲν εἰπὼν
’他说了这些话便”