Humanitext Reader

荷马 · 伊利亚特 §1.542-1.611

宙斯与赫拉的争执及众神之宴

第 9 段,共 226 段 · 希腊语

内容简介

宙斯与赫拉因特提斯之事发生激烈争吵,最终在赫淮斯托斯的巧妙劝解下,众神言归于好,并在盛大的宴会后安然就寝。

§1.542κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι §1.543πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
避开我进行秘密的决断;你从未对我有过心甘情愿吐露你所思虑之事的勇气。
§1.544τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· §1.545Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους §1.546εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·
” 随后,人类与众神之父回答她道: “赫拉啊,切莫指望能知晓我的全部想法;即便你作为我的妻子,那对你而言也将是难以承受的。
§1.547ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα §1.548οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων· §1.549ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι §1.550μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.
但只要是适宜让你听到的,那么无论在众神中还是人类中,都不会有人比你更早知晓它;然而我若要在众神之外独自考虑某些事,你就切莫对每一件事多加询问,也不要进行探究。
§1.551τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· §1.552αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
” 随后,牛眼的尊贵赫拉回答他道: “最可怕的克罗诺斯之子,你说了什么样的话啊!
§1.553καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ, §1.554ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.
以前我确实既没有对你多加询问,也没有进行探究,而是由你完全安逸地谋划任何你所希望的事。
§1.555νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ §1.556ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
但现在我心中极度害怕,担心你会被她言语劝诱,那便是银足的特提斯、大海老人的女儿。
§1.557ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
因为她在清晨坐在你身旁,并且搂住了你的膝头。
§1.558τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα §1.559τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
我想你对她点头应允,作出了确切的承诺:你会尊崇阿基琉斯,并要在阿开亚人的船只旁毁灭许多人。
§1.560τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §1.561δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω· §1.562πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ §1.563μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
” 对此,聚云的宙斯回答并对她说道: “多疑的女人,你总是疑神疑鬼,我瞒不过你;但你终究什么也无法做成,反而只会让我对你心生厌恶;这甚至对你而言会更加痛苦。
§1.564εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
如果事情确实如此,那便只能是我的意愿了。
§1.565ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ, §1.566μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ §1.567ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
所以,你且静静地坐着,顺从我的话语,免得当我走近并对你施加我那不可抗拒的双手时,奥林波斯的所有神明也无法保护你。
§1.568ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, §1.569καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· §1.570ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
” 他这样说,牛眼的尊贵赫拉便感到害怕,她强忍自己的心意,默默地坐了下来;宙斯宫殿里的天神们都因此感到不安。
§1.571τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν §1.572μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ· §1.573ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά, §1.574εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, §1.575ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον·
在他们之中,名扬天下的工匠赫淮斯托斯开始说话,向他心爱的母亲、白臂的赫拉献上他的好意: “这确实会成为破灭性的事情,再也无法容忍了,如果您二位为了凡人的缘故而如此争吵,并在神明之中引起喧闹。
οὐδέ τι δαιτὸς §1.576ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
这样一来,优质的宴席也将失去乐趣,因为恶劣的东西占了上风。
§1.577μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ §1.578πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε §1.579νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.
因此我劝告母亲,虽然她自己也明白,应该向我们心爱的父亲宙斯献上好意,以免父亲再次发怒,从而扰乱我们的宴席。
§1.580εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς §1.581ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
因为如果这位奥林波斯的闪电之神想要把我们从宝座上震落——毕竟他是最强大的。
§1.582ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· §1.583αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
但是请您用温和的话语去劝慰他;这样一来,这位奥林波斯的神明就会立刻对我们变得温和慈悲。
§1.584ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον §1.585μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· §1.586τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, §1.587μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι §1.588θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ §1.589χραισμεῖν·
” 他这样说着,便跳起来将双耳杯递到心爱的母亲手中,并对她说道: “忍耐吧,我的母亲,尽管心痛也请坚持住,免得让我亲眼看见我所心爱的您挨打;那时我尽管感到心痛,却也无能为力去帮助您。
ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
因为要对抗这位奥林波斯的主宰是极其困难的。
§1.590ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα §1.591ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
因为在以前,当我渴望保护您的时候,他曾抓住我的脚,把我从神圣的门槛上扔了下去。
§1.592πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι §1.593κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
我坠落了整整一天,在太阳西沉的时候,落在了利姆诺斯岛上,只剩下微弱的一丝气息。
§1.594ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
在那儿,辛提斯人立刻照料了坠落的我。
§1.595ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, §1.596μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
” 他这样说,白臂的女神赫拉便露出了微笑,微笑中,她用手接过了儿子递来的杯子。
§1.597αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν §1.598οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
随后,他按从左到右的顺序,向所有其他神明从大釜中舀出甘甜的神酒,逐一斟酒。
§1.599ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν §1.600ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
于是,在幸福的众神之间爆发了无尽的笑声,当他们看到赫淮斯托斯在宫殿里忙碌地奔走。
§1.601ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §1.602δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, §1.603οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων, §1.604Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
就这样,在这一整天直到太阳西沉,他们尽情享受着宴席,心中对这平等的宴席没有任何不足,也没有对阿波罗持有的极美的竖琴,以及缪斯女神们用美丽的歌声一唱一和的歌唱感到一丝缺憾。
§1.605αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, §1.606οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
然而,当太阳的灿烂光芒西沉之后,他们便各自回到家中去就寝。
§1.607ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις §1.608Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
在那里,名扬天下、双足不便的赫淮斯托斯以其卓越的心智,为每个人建造了府邸。
§1.609Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής, §1.610ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
这位释放闪电的奥林波斯宙斯也走向了自己的床榻,那里是他以前在甜美的睡眠降临时就寝的地方。
§1.611ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.
他走上去并在那里入睡,而在他身旁,金御座的赫拉也一同安卧。

词汇与语法注释

  1. §1.542δικαζέμεν — 不定词 δικαζέμεν(荷马方言,等同于 δικάζειν)承接第541行的 φίλον ἐστίν,表示宙斯所偏好的行为(“避开我进行秘密的决断[是你的喜好]”)。
  2. §1.561ὀΐεαι — 动词 ὀΐεαι 是 ὀΐομαι 的第二人称单数现在直说态中动形(荷马方言词尾),意为“你总是疑神疑鬼”。
  3. §1.580εἴ περ γάρ κʼ ἐθέλῃσιν — 条件从句 εἴ περ... κʼ ἐθέλῃ信号(虚拟语气带 κʼ,表示未来/潜在条件)之后省略了主句(如“他能够/将会这样做”),因为在语境中显而易见。
  4. §1.590μεμαῶτα — 不定词 ἀλεξέμεναι(荷马方言,等同于 ἀλέξειν)修饰过去分词 μεμαῶτα(μείμονα 的完成时分词宾格,意为“渴望”),表示“渴望保护”。
  5. §1.607περικλυτὸς ἀμφιγυήεις — 倒装(hyperbaton)结构,主语 Ἥφαιστος 及其修饰语 περικλυτὸς ἀμφιγυήεις 跨越第607与608行。

引用这一段

荷马, 伊利亚特 §1.542-1.611. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.542-1.611

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。