Humanitext Reader

荷马 · 伊利亚特 §2.71-2.143

阿伽门农考验全军与虚假的归国演说

第 11 段,共 226 段 · 希腊语

内容简介

阿伽门农向长老们提出考验士兵归国意愿的计划,获得涅斯托尔的支持,并召集全军集会。阿伽门农手持赫淮斯托斯所制的权杖,在众人面前发表虚假的归国演讲,动摇了士兵们的心。

§2.71ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
它便飞走离开了,而甘美的睡眠也离开了我。
§2.72ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
来吧,让我们设法使阿开亚人的子孙武装起来。
§2.73πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί, §2.74καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω· §2.75ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
首先我将用言语试探他们,这也是理所当然的规矩,我将命令他们乘着多桨的船只逃回;而你们则要从各处用言语拉住他们。
§2.76ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη §2.77Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, §2.78ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· §2.79ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
” 他说毕此话便坐了下去,而在他们之中站起来的是涅斯托尔,他乃是多沙的皮洛斯之王,他怀着好意向大家宣告并说道: “朋友们,阿耳戈斯人的首领和主宰们啊!
§2.80εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε §2.81ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· §2.82νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
如果是阿开亚人中的其他任何人讲述了这个梦,我们定会说那是谎言,并更加远离他;但如今,目睹此梦的乃是自许为阿开亚人中首屈一指的至尊。
§2.83ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
来吧,让我们设法使阿开亚人的子孙武装起来。
§2.84ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, §2.85οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν §2.86σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
” 他这样说着,便率先走出会议,那些手持权杖的国王们纷纷起立跟随其人民之牧者;而民众也纷至沓来。
§2.87ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων §2.88πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, §2.89βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν· §2.90αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· §2.91ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων §2.92ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο §2.93ἰλαδὸν εἰς ἀγορήν·
宛如密密麻麻的蜜蜂群,绝不间断地从空心的岩石中飞出,成群结队地在春天的花朵上飞舞,有的往这边聚拢,有的往那边飞散;同样,无数的部族从船只和天幕中走出来,成群结队地沿着深广的沙滩走向集会。
μετὰ δέ σφισιν ὄσσα δεδήει §2.94ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.
在他们中间,传闻如同烈火般燃烧,那是宙斯的使者,催促着他们前行;于是人们聚集起来。
§2.95τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα §2.96λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν·
会场一片喧嚣,当人们坐下时,大地在下方呻吟,伴随着嘈杂。
ἐννέα δέ σφεας §2.97κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς §2.98σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
九名传令官大声呼喊制止他们,让他们平息喧嚷,好听取蒙宙斯庇护的国王们说话。
§2.99σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας §2.100παυσάμενοι κλαγγῆς·
人们费了劲才坐定下来,各就其位,止住了吵嚷。
ἀνὰ δὲ κρείων Ἀγαμέμνων §2.101ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
这时,主宰者阿伽门农站了起来,手里拿着赫淮斯托斯苦心制作的权杖。
§2.102Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, §2.103αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ· §2.104Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, §2.105αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν, §2.106Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, §2.107αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι, §2.108πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
赫淮斯托斯曾将它送给克罗诺斯之子、主宰宙斯,而宙斯又将它交给了使者、阿耳戈斯杀手;赫耳墨斯王将它赠予驱策战马的佩洛普斯,而佩洛普斯又将它转赐给民之牧者阿特柔斯;阿特柔斯临终前将它传给羊群众多的瑟厄斯忒斯,瑟厄斯忒斯又将其留给阿伽门农执掌,以统治众多的岛屿和整个阿耳戈斯。
§2.109τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα· §2.110ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
他倚着这根权杖,对阿耳戈斯人说道: “朋友们,达奈英雄们,阿瑞斯的侍从们!
§2.111Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
克罗诺斯之子宙斯使我深陷重重迷妄之中,严酷的神啊!
§2.112σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν §2.113Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, §2.114νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει §2.115δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
他曾向我允诺并点头同意,待我摧毁城墙坚固的伊利翁后再启程回国,如今却策划了恶意的欺骗,并命令我在损失了众多兵将之后,无耻地回到阿耳戈斯。
§2.116οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, §2.117ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα §2.118ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
想必,这正是全能的宙斯所乐见的旨意吧,因为他已经摧毁了许多城池的顶峰,且将来还会继续摧毁;因为他的力量最为至高。
§2.119αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι §2.120μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν §2.121ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι §2.122ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·
因为这对后世之人来说,听闻此事亦是奇耻大辱:阿开亚人如此优秀且庞大的军队,竟然这般徒劳地进行着毫无结果的战争,并去和数量少于自己的敌人交战,而终点却尚未显现。
§2.123εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε §2.124ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, §2.125Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν, §2.126ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, §2.127Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν, §2.128πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
因为,如果我们阿开亚人与特洛伊人双方都愿意订立信誓,并相互清点人数,让特洛伊人聚集起城中所有有家室的人,而我们阿开亚人则按十人一组排定,并且我们每一组都选一个特洛伊人来斟酒,那么会有许多个十人小组缺少斟酒之人。
§2.129τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν §2.130Τρώων, οἳ ναίουσι κατὰ πτόλιν·
我说,阿开亚人的子孙就是这般大大超过了居住在城里的特洛伊人。
ἀλλʼ ἐπίκουροι §2.131πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν, §2.132οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα §2.133Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
然而,还有盟军,来自许多城邦、挥舞长枪的战士们在那里,他们极大地阻挠了我,不让我如愿以偿地摧毁这整洁繁华的伊利翁城。
§2.134ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί, §2.135καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται· §2.136αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα §2.137εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον §2.138αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.
伟大宙斯的岁月已经逝去了整整九年,如今我们船只的木料已经腐烂,绳索也已松弛;而我们那在后方的妻子和年幼的儿女,正坐在家中的大厅里苦苦期盼;而我们的事业却依旧像这般毫无进展,而这本是我们来到此处的目的。
§2.139ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· §2.140φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· §2.141οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
来吧,正如我所说的那样,让我们大家都服从:让我们乘船逃回我们亲爱的祖国土地;因为我们再也无法夺取这街道宽阔的特洛伊了。
§2.142ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε §2.143πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
” 他这样说着,打动了众人胸中的心弦,也就是那些没有参加过会议的普通群众。

词汇与语法注释

  1. §2.75ἐρητύειν — 动词 ἐρητύω(制止、拉住)的现在时不定式。此处它并不依附于其他动词,而是直接用作命令式(命令不定式),其主语由同句中的 ἄλλοθεν ἄλλος(各处、各自)来表示。
  2. §2.81ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον — 带有虚词 κεν 和祈愿式(φαῖμεν 与 νοσφιζοίμεθα)的结论句。在荷马语法中,这与前句直陈式过去时(ἔνισπε)呼应,表示对过去事实的虚拟语气条件(过去反事实):“(若别人说了这梦,)我们定会称其为谎言而更加远离。”
  3. §2.98σχοίατʼ — 动词 ἔχω(制止、抑制)的第二不定过去时中间语态祈愿式第三人称复数形式 σχοῖντο 的诗体(伊奥尼亚)异体(尾缀 -ατο)。与 εἴ ποτε 连用,引入表示期盼的条件或间接目的从句:“希望他们能够平息喧嚷。”
  4. §2.128δευοίατο — 动词 δέομαι(缺少、需要)的未完成过去时中间语态祈愿式第三人称复数形式 δέοιντο 的诗体(伊奥尼亚)异体(尾缀 -ατο)。在此与 κεν 连用,表示虚拟条件句的归结:“许多个十人组将会缺少斟酒人。”

引用这一段

荷马, 伊利亚特 §2.71-2.143. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.71-2.143

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。